Ἀθηνᾶ
470τὸ πρᾶγμα μεῖζον, εἴ τις οἴεται τόδε
βροτὸς δικάζειν: οὐδὲ μὴν ἐμοὶ θέμις
φόνου διαιρεῖν ὀξυμηνίτου δίκας:
ἄλλως τε καὶ σὺ μὲν κατηρτυκὼς ἐμοῖς
ἱκέτης προσῆλθες καθαρὸς ἀβλαβὴς δόμοις:
475οὕτως δ᾽ ἄμομφον ὄντα σ᾽ αἰδοῦμαι πόλει.
αὗται δ᾽ ἔχουσι μοῖραν οὐκ εὐπέμπελον,
καὶ μὴ τυχοῦσαι πράγματος νικηφόρου,
χώρᾳ μεταῦθις ἰὸς ἐκ φρονημάτων
πέδοι πεσὼν ἄφερτος αἰανὴς νόσος.
480
τοιαῦτα μὲν τάδ᾽ ἐστίν: ἀμφότερα, μένειν
πέμπειν τε δυσπήμαντ᾽ ἀμηχάνως ἐμοί.
ἐπεὶ δὲ πρᾶγμα δεῦρ᾽ ἐπέσκηψεν τόδε,
φόνων δικαστὰς ὁρκίους αἱρουμένη
θεσμὸν τὸν εἰς ἅπαντ᾽ ἐγὼ θήσω χρόνον.
485ὑμεῖς δὲ μαρτύριά τε καὶ τεκμήρια
καλεῖσθ᾽, ἀρωγὰ τῆς δίκης ὁρκώματα:
κρίνασα δ᾽ ἀστῶν τῶν ἐμῶν τὰ βέλτατα
ἥξω, διαιρεῖν τοῦτο πρᾶγμ᾽ ἐτητύμως,
ὅρκον πορόντας μηδὲν ἔκδικον φράσειν.