Ἄγγελος
θαρσεῖτε, παῖδες μητέρων τεθραμμέναι.
πόλις πέφευγεν ἥδε δούλιον ζυγόν:
πέπτωκεν ἀνδρῶν ὀβρίμων κομπάσματα:
795πόλις δ᾽ ἐν εὐδίᾳ τε καὶ κλυδωνίου
πολλαῖσι πληγαῖς ἄντλον οὐκ ἐδέξατο.
στέγει δὲ πύργος, καὶ πύλας φερεγγύοις
ἐφραξάμεσθα μονομάχοισι προστάταις:
καλῶς ἔχει τὰ πλεῖστ᾽, ἐν ἓξ πυλώμασι:
800τὰς δ᾽ ἑβδόμας ὁ σεμνὸς ἑβδομαγέτης
ἄναξ Ἀπόλλων εἵλετ᾽, Οἰδίπου γένει
κραίνων παλαιὰς Λαΐου δυσβουλίας.
Χορός
τί δ᾽ ἔστι πρᾶγμα νεόκοτον πόλει πλέον;
Ἄγγελος
πόλις σέσωσται: βασιλέες δ᾽ ὁμόσποροι—
Χορός
805τίνες; τί δ᾽ εἶπας; παραφρονῶ φόβῳ λόγου.
Ἄγγελος
φρονοῦσα νῦν ἄκουσον: Οἰδίπου τόκοι —
Χορός
οἲ 'γὼ τάλαινα, μάντις εἰμὶ τῶν κακῶν.
Ἄγγελος
οὐδ᾽ ἀμφιλέκτως μὴν κατεσποδημένοι—
Χορός
ἐκεῖθι κεῖσθον ; βαρέα δ᾽ οὖν ὅμως φράσον.
Ἄγγελος
810ἅνδρες τεθνᾶσιν ἐκ χερῶν αὐτοκτόνων.
Χορός
οὕτως ἀδελφαῖς χερσὶν ἠναίρονθ᾽ ἅμα ;
Χορός
οὕτως ὁ δαίμων κοινὸς ἦν ἀμφοῖν ἄγαν.
αὐτὸς δ᾽ ἀναλοῖ δῆτα δύσποτμον γένος.
τοιαῦτα χαίρειν καὶ δακρύεσθαι πάρα:
815πόλιν μὲν εὖ πράσσουσαν, οἱ δ᾽ ἐπιστάται,
δισσὼ στρατηγώ, διέλαχον σφυρηλάτῳ
Σκύθῃ σιδήρῳ κτημάτων παμπησίαν.
ἕξουσι δ᾽ ἣν λάβωσιν ἐν ταφῇ χθονός,
πατρὸς κατ᾽ εὐχὰς δυσπότμως φορούμενοι.
820πόλις σέσωσται: βασιλέοιν δ᾽ ὁμοσπόροιν
πέπωκεν αἷμά γαῖ᾽ ὑπ᾽ ἀλλήλων φόνῳ.