Χορός
705νῦν ὅτε σοι παρέστακεν: ἐπεὶ δαίμων
λήματος ἐν τροπαίᾳ χρονίᾳ μεταλ-
λακτὸς ἴσως ἂν ἔλθοι θελεμωτέρῳ
πνεύματι: νῦν δ᾽ ἔτι ζεῖ.
Ἐτεοκλής
ἐξέζεσεν γὰρ Οἰδίπου κατεύγματα:
710ἄγαν δ᾽ ἀληθεῖς ἐνυπνίων φαντασμάτων
ὄψεις, πατρῴων χρημάτων δατήριοι.