Χορός
ἀλλ᾽ ἐπὶ δαιμόνων πρόδρομος ἦλθον ἀρ-
χαῖα βρέτη, θεοῖσι πίσυνος, νιφάδος
ὅτ᾽ ὀλοᾶς νειφομένας βρόμος ἐν πύλαις:
δὴ τότ᾽ ἤρθην φόβῳ πρὸς μακάρων λιτάς, πόλεως
215ἵν᾽ ὑπερέχοιεν ἀλκάν.
Ἐτεοκλής
πύργον στέγειν εὔχεσθε πολέμιον δόρυ.
οὐκοῦν τάδ᾽ ἔσται πρὸς θεῶν: ἀλλ᾽ οὖν θεοὺς
τοὺς τῆς ἁλούσης πόλεος ἐκλείπειν λόγος.