Κῆρυξ
αὐδῶ πόλιν σε μὴ βιάζεσθαι τάδε.
Ἀντιγόνη
αὐδῶ σὲ μὴ περισσὰ κηρύσσειν ἐμοί.
Κῆρυξ
1050τραχύς γε μέντοι δῆμος ἐκφυγὼν κακά.
Ἀντιγόνη
τράχυν᾽: ἄθαπτος δ᾽ οὗτος οὐ γενήσεται.
Κῆρυξ
ἀλλ᾽ ὃν πόλις στυγεῖ, σὺ τιμήσεις τάφῳ,;
Ἀντιγόνη
ἤδη τὰ τοῦδε διατετίμηται θεοῖς.
Κῆρυξ
οὔ, πρίν γε χώραν τήνδε κινδύνῳ βαλεῖν.
Ἀντιγόνη
1055παθὼν κακῶς κακοῖσιν ἀντημείβετο.
Κῆρυξ
ἀλλ᾽ εἰς ἅπαντας ἀνθ᾽ ἑνὸς τόδ᾽ ἔργον ἦν.
Ἀντιγόνη
ἔρις περαίνει μῦθον ὑστάτη θεῶν.
ἐγὼ δὲ θάψω τόνδε: μὴ μακρηγόρει.
Κῆρυξ
ἀλλ᾽ αὐτόβουλος ἴσθ᾽, ἀπεννέπω δ᾽ ἐγώ.
Χορός
φεῦ φεῦ.
1060ὦ μεγάλαυχοι καὶ φθερσιγενεῖς
Κῆρες Ἐρινύες, αἵτ᾽ Οἰδιπόδα
γένος ὠλέσατε πρυμνόθεν οὕτως,
τί πάθω; τί δὲ δρῶ ; τί δὲ μήσωμαι;
πῶς τολμήσω μήτε σὲ κλαίειν
1065μήτε προπέμπειν ἐπὶ τύμβον :
ἀλλὰ φοβοῦμαι κἀποτρέπομαι
δεῖμα πολιτῶν.
σύ γε μὴν πολλῶν πενθητήρων
τεύξει: κεῖνος δ᾽ ὁ τάλας ἄγοος
1070μονόκλαυτον ἔχων θρῆνον ἀδελφῆς
εἶσιν: τίς ἂν οὖν τὰ πίθοιτο ;
Ἡμιχόριον Α
δράτω τι πόλις καὶ μὴ δράτω
τοὺς κλαίοντας Πολυνείκη.
ἡμεῖς μὲν ἴμεν καὶ συνθάψομεν
1075αἵδε προπομποί. καὶ γὰρ γενεᾷ
κοινὸν τόδ᾽ ἄχος, καὶ πόλις ἄλλως
ἄλλοτ᾽ ἐπαινεῖ τὰ δίκαια.
Ἡμιχόριον Β
ἡμεῖς δ᾽ ἅμα τῷδ᾽, ὥσπερ τε πόλις
καὶ τὸ δίκαιον ξυνεπαινεῖ.
1080μετὰ γὰρ μάκαρας καὶ Διὸς ἰσχὺν
ὅδε Καδμείων ἤρυξε πόλιν
μὴ 'νατραπῆναι μηδ᾽ ἀλλοδαπῷ
κύματι φωτῶν
κατακλυσθῆναι τὰ μάλιστα.