Ἀντιγόνη
ἐγὼ δὲ Καδμείων γε προστάταις λέγω:
ἢν μή τις ἄλλος τόνδε συνθάπτειν θέλῃ,
ἐγώ σφε θάψω κἀνὰ κίνδυνον βαλῶ
1035θάψασ᾽ ἀδελφὸν τὸν ἐμόν, οὐδ᾽ αἰσχύνομαι
ἔχουσ᾽ ἄπιστον τήνδ᾽ ἀναρχίαν πόλει.
δεινὸν τὸ κοινὸν σπλάγχνον, οὗ πεφύκαμεν,
μητρὸς ταλαίνης κἀπὸ δυστήνου πατρός.
τοιγὰρ θέλουσ᾽ ἄκοντι κοινώνει κακῶν
1040ψυχή, θανόντι ζῶσα συγγόνῳ φρενί.
τούτου δὲ σάρκας οὐδὲ κοιλογάστορες
λύκοι σπάσονται: μὴ δοκησάτω τινί.
τάφον γὰρ αὐτῷ καὶ κατασκαφὰς ἐγώ,
γυνή περ οὖσα, τῷδε μηχανήσομαι,
1045κόλπῳ φέρουσα βυσσίνου πεπλώματος.
καὐτὴ καλύψω, μηδέ τῳ δόξῃ πάλιν:
θάρσει, παρέσται μηχανὴ δραστήριος.