Κῆρυξ
δοκοῦντα καὶ δόξαντ᾽ ἀπαγγέλλειν με χρὴ
δήμου προβούλοις τῆσδε Καδμείας πόλεως:
Ἐτεοκλέα μὲν τόνδ᾽ ἐπ᾽ εὐνοίᾳ χθονὸς
θάπτειν ἔδοξε γῆς φίλαις κατασκαφαῖς:
1015στυγῶν γὰρ ἐχθροὺς θάνατον εἵλετ᾽ ἐν πόλει
ἱερῶν πατρῴων δ᾽ ὅσιος ὢν μομφῆς ἄτερ
τέθνηκεν οὗπερ τοῖς νέοις θνῄσκειν καλόν.
οὕτω μὲν ἀμφὶ τοῦδ᾽ ἐπέσταλται λέγειν:
τούτου δ᾽ ἀδελφὸν τόνδε Πολυνείκους νεκρὸν
1020ἔξω βαλεῖν ἄθαπτον, ἁρπαγὴν κυσίν,
ὡς ὄντ᾽ ἀναστατῆρα Καδμείων χθονός,
εἰ μὴ θεῶν τις ἐμποδὼν ἔστη δορὶ
τῷ τοῦδ᾽:. ἄγος δὲ καὶ θανὼν κεκτήσεται
θεῶν πατρῴων, οὓς ἀτιμάσας ὅδε
1025στράτευμ᾽ ἐπακτὸν ἐμβαλὼν ᾕρει πόλιν.
οὕτω πετηνῶν τόνδ᾽ ὑπ᾽ οἰωνῶν δοκεῖ
ταφέντ᾽ ἀτίμως τοὐπιτίμιον λαβεῖν,
καὶ μήθ᾽ ὁμαρτεῖν τυμβοχόα χειρώματα
μήτ᾽ ὀξυμόλποις προσσέβειν οἰμώγμασιν,
1030ἄτιμον εἶναι δ᾽ ἐκφορᾶς φίλων ὕπο.
τοιαῦτ᾽ ἔδοξε τῷδε Καδμείων τέλει.