Ἑρμῆς
σὲ τὸν σοφιστήν, τὸν πικρῶς ὑπέρπικρον,
945τὸν ἐξαμαρτόντ᾽ εἰς θεοὺς ἐφημέροις
πορόντα τιμάς, τὸν πυρὸς κλέπτην λέγω:
πατὴρ ἄνωγέ σ᾽ οὕστινας κομπεῖς γάμους
αὐδᾶν, πρὸς ὧν ἐκεῖνος ἐκπίπτει κράτους.
καὶ ταῦτα μέντοι μηδὲν αἰνικτηρίως,
950ἀλλ᾽ αὔθ᾽ ἕκαστα φράζε: μηδέ μοι διπλᾶς
ὁδούς, Προμηθεῦ, προσβάλῃς: ὁρᾷς δ᾽ ὅτι
Ζεὺς τοῖς τοιούτοις οὐχὶ μαλθακίζεται.
Προμηθεύς
σεμνόστομός γε καὶ φρονήματος πλέως
ὁ μῦθός ἐστιν, ὡς θεῶν ὑπηρέτου.
955νέον νέοι κρατεῖτε καὶ δοκεῖτε δὴ
ναίειν ἀπενθῆ πέργαμ᾽: οὐκ ἐκ τῶνδ᾽ ἐγὼ
δισσοὺς τυράννους ἐκπεσόντας ᾐσθόμην;
τρίτον δὲ τὸν νῦν κοιρανοῦντ᾽ ἐπόψομαι
αἴσχιστα καὶ τάχιστα. μή τί σοι δοκῶ
960ταρβεῖν ὑποπτήσσειν τε τε τοὺς νέους θεούς;
πολλοῦ γε καὶ τοῦ παντὸς ἐλλείπω. σὺ δὲ
κέλευθον ἥνπερ ἦλθες ἐγκόνει πάλιν:
πεύσῃ γὰρ οὐδὲν ὧν ἀνιστορεῖς ἐμέ.