Προμηθεύς
ἦ μὴν ἔτι Ζεύς, καίπερ αὐθάδης φρενῶν,
ἔσται ταπεινός, οἷον ἐξαρτύεται
γάμον γαμεῖν, ὃς αὐτὸν ἐκ τυραννίδος
910θρόνων τ᾽ ἄιστον ἐκβαλεῖ: πατρὸς δ᾽ ἀρὰ
Κρόνου τότ᾽ ἤδη παντελῶς κρανθήσεται,
ἣν ἐκπίτνων ἠρᾶτο δηναιῶν θρόνων.
τοιῶνδε μόχθων ἐκτροπὴν οὐδεὶς θεῶν
δύναιτ᾽ ἂν αὐτῷ πλὴν ἐμοῦ δεῖξαι σαφῶς.
915ἐγὼ τάδ᾽ οἶδα χᾦ τρόπῳ. πρὸς ταῦτά νυν
θαρσῶν καθήσθω τοῖς πεδαρσίοις κτύποις
πιστός, τινάσσων τ᾽ ἐν χεροῖν πύρπνουν βέλος.
οὐδὲν γὰρ αὐτῷ ταῦτ᾽ ἐπαρκέσει τὸ μὴ οὐ
πεσεῖν ἀτίμως πτώματ᾽ οὐκ ἀνασχετά:
920τοῖον παλαιστὴν νῦν παρασκευάζεται
ἐπ᾽ αὐτὸς αὑτῷ, δυσμαχώτατον τέρας:
ὃς δὴ κεραυνοῦ κρείσσον᾽ εὑρήσει φλόγα,
βροντῆς θ᾽ ὑπερβάλλοντα καρτερὸν κτύπον:
θαλασσίαν τε γῆς τινάκτειραν νόσον
925τρίαιναν, αἰχμὴν τὴν Ποσειδῶνος, σκεδᾷ.
πταίσας δὲ τῷδε πρὸς κακῷ μαθήσεται
ὅσον τό τ᾽ ἄρχειν καὶ τὸ δουλεύειν δίχα.
Χορός
σύ θην ἃ χρῄζεις, ταῦτ᾽ ἐπιγλωσσᾷ Διός.
Προμηθεύς
ἅπερ τελεῖται, πρὸς δ᾽ ἃ βούλομαι λέγω.
Χορός
930καὶ προσδοκᾶν χρὴ δεσπόσειν Ζηνός τινα;
Προμηθεύς
καὶ τῶνδέ γ᾽, ἕξει δυσλοφωτέρους πόνους.
Χορός
πῶς δ᾽ οὐχὶ ταρβεῖς τοιάδ᾽ ἐκρίπτων ἔπη;
Προμηθεύς
τί δ᾽ ἂν φοβοίμην ᾧ θανεῖν οὐ μόρσιμον;
Χορός
ἀλλ᾽ ἆθλον ἄν σοι τοῦδ᾽ ἔτ᾽ ἀλγίω πόροι.
Προμηθεύς
935ὁ δ᾽ οὖν ποιείτω: πάντα προσδοκητά μοι.
Χορός
οἱ προσκυνοῦντες τὴν Ἀδράστειαν σοφοί.
Προμηθεύς
σέβου, προσεύχου, θῶπτε τὸν κρατοῦντ᾽ ἀεί.
ἐμοὶ δ᾽ ἔλασσον Ζηνὸς ἢ μηδὲν μέλει.
δράτω, κρατείτω τόνδε τὸν βραχὺν χρόνον,
940ὅπως θέλει: δαρὸν γὰρ οὐκ ἄρξει θεοῖς.
ἀλλ᾽ εἰσορῶ γὰρ τόνδε τὸν Διὸς τρόχιν,
τὸν τοῦ τυράννου τοῦ νέου διάκονον:
πάντως τι καινὸν ἀγγελῶν ἐλήλυθεν.