Ἰώ
ἐλελεῦ ἐλελεῦ,
ὑπό μ᾽ αὖ σφάκελος καὶ φρενοπληγεῖς
μανίαι θάλπουσ᾽, οἴστρου δ᾽ ἄρδις
880χρίει μ᾽ ἄπυρος:
κραδία δὲ φόβῳ φρένα λακτίζει.
τροχοδινεῖται δ᾽ ὄμμαθ᾽ ἑλίγδην,
ἔξω δὲ δρόμου φέρομαι λύσσης
πνεύματι μάργῳ, γλώσσης ἀκρατής:
885θολεροὶ δὲ λόγοι παίουσ᾽ εἰκῆ
στυγνῆς πρὸς κύμασιν ἄτης.