Χορός
ἔα ἔα, ἄπεχε, φεῦ:
οὔποτ᾽ οὔποτ᾽ ηὔχουν ὧδε ξένους
μολεῖσθαι λόγους εἰς ἀκοὰν ἐμάν,
690οὐδ᾽ ὧδε δυσθέατα καὶ δύσοιστα
πήματα, λύματα, δείματα ἀμ-
φάκει κέντρῳ τύψειν ψυχὰν ἐμάν.
ἰὼ ἰὼ μοῖρα μοῖρα,
695πέφρικ᾽ εἰσιδοῦσα πρᾶξιν Ἰοῦς.