Προμηθεύς
ζηλῶ σ᾽ ὁθούνεκ᾽ ἐκτὸς αἰτίας κυρεῖς
τούτων μετασχεῖν καὶ τετολμηκὼς ἐμοί.
καὶ νῦν ἔασον μηδέ σοι μελησάτω.
335πάντως γὰρ οὐ πείσεις νιν: οὐ γὰρ εὐπιθής.
πάπταινε δ᾽ αὐτὸς μή τι πημανθῇς ὁδῷ.
Ὠκεανός
πολλῷ γ᾽ ἀμείνων τοὺς πέλας φρενοῦν ἔφυς
ἢ σαυτόν: ἔργῳ κοὐ λόγῳ τεκμαίρομαι.
340ὁρμώμενον δὲ μηδαμῶς ἀντισπάσῃς.
αὐχῶ γὰρ αὐχῶ τήνδε δωρεὰν ἐμοὶ
δώσειν Δί᾽, ὥστε τῶνδέ σ᾽ ἐκλῦσαι πόνων.