previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χορός

σιδηρόφρων τε κἀκ πέτρας εἰργασμένος
245ὅστις, Προμηθεῦ, σοῖσιν οὐ συνασχαλᾷ
μόχθοις: ἐγὼ γὰρ οὔτ᾽ ἂν εἰσιδεῖν τάδε
ἔχρῃζον εἰσιδοῦσά τ᾽ ἠλγύνθην κέαρ.

Προμηθεύς

καὶ μὴν φίλοις γ᾽ ἐλεινὸς εἰσορᾶν ἐγώ.

Χορός

μή πού τι προύβης τῶνδε καὶ περαιτέρω;

Προμηθεύς

250θνητούς γ᾽ ἔπαυσα μὴ προδέρκεσθαι μόρον.

Χορός

τὸ ποῖον εὑρὼν τῆσδε φάρμακον νόσου;

Προμηθεύς

τυφλὰς ἐν αὐτοῖς ἐλπίδας κατῴκισα.

Χορός

μέγ᾽ ὠφέλημα τοῦτ᾽ ἐδωρήσω βροτοῖς.

Προμηθεύς

πρὸς τοῖσδε μέντοι πῦρ ἐγώ σφιν ὤπασα.

Χορός

255καὶ νῦν φλογωπὸν πῦρ ἔχουσ᾽ ἐφήμεροι;

Προμηθεύς

ἀφ᾽ οὗ γε πολλὰς ἐκμαθήσονται τέχνας.

Χορός

τοιοῖσδε δή σε Ζεὺς ἐπ᾽ αἰτιάμασιν

Προμηθεύς

αἰκίζεταί τε κοὐδαμῇ χαλᾷ κακῶν.

Χορός

οὐδ᾽ ἔστιν ἄθλου τέρμα σοι προκείμενον;

Προμηθεύς

260οὐκ ἄλλο γ᾽ οὐδέν, πλὴν ὅταν κείνῳ δοκῇ.

Χορός

δόξει δὲ πῶς; τίς ἐλπίς; οὐχ ὁρᾷς ὅτι
ἥμαρτες; ὡς δ᾽ ἥμαρτες οὔτ᾽ ἐμοὶ λέγειν
καθ᾽ ἡδονὴν σοί τ᾽ ἄλγος. ἀλλὰ ταῦτα μὲν
μεθῶμεν, ἄθλου δ᾽ ἔκλυσιν ζήτει τινά.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: