Προμηθεύς
ἦ μὴν ἔτ᾽ ἐμοῦ, καίπερ κρατεραῖς
ἐν γυιοπέδαις αἰκιζομένου,
170χρείαν ἕξει μακάρων πρύτανις,
δεῖξαι τὸ νέον βούλευμ᾽ ὑφ᾽ ὅτου
σκῆπτρον τιμάς τ᾽ ἀποσυλᾶται.
καί μ᾽ οὔτι μελιγλώσσοις πειθοῦς
ἐπαοιδαῖσιν θέλξει, στερεάς τ᾽
175οὔποτ᾽ ἀπειλὰς πτήξας τόδ᾽ ἐγὼ
καταμηνύσω,
πρὶν ἂν ἐξ ἀγρίων δεσμῶν χαλάσῃ
ποινάς τε τίνειν
τῆσδ᾽ αἰκείας ἐθελήσῃ.