Προμηθεύς
1080καὶ μὴν ἔργῳ κοὐκέτι μύθῳ
χθὼν σεσάλευται:
βρυχία δ᾽ ἠχὼ παραμυκᾶται
βροντῆς, ἕλικες δ᾽ ἐκλάμπουσι
στεροπῆς ζάπυροι, στρόμβοι δὲ κόνιν
1085εἱλίσσουσι: σκιρτᾷ δ᾽ ἀνέμων
πνεύματα πάντων εἰς ἄλληλα
στάσιν ἀντίπνουν ἀποδεικνύμενα:
ξυντετάρακται δ᾽ αἰθὴρ πόντῳ.
τοιάδ᾽ ἐπ᾽ ἐμοὶ ῥιπὴ Διόθεν
1090τεύχουσα φόβον στείχει φανερῶς.
ὦ μητρὸς ἐμῆς σέβας, ὦ πάντων
αἰθὴρ κοινὸν φάος εἱλίσσων,
ἐσορᾷς μ᾽ ὡς ἔκδικα πάσχω.