previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀλλὰ μὴν ὅτι γε καὶ μετασκευὰς δέχεται τῶν κώλων ἔνια τοτὲ μὲν προσθήκας λαμβάνοντα οὐκ ἀναγκαίας ὡς πρὸς τὸν νοῦν, τοτὲ δὲ ἀφαιρέσεις ἀτελῆ ποιούσας τὴν διάνοιαν, ἃς οὐκ ἄλλου τινὸς ἕνεκα ποιοῦσι ποιηταί τε καὶ συγγραφεῖς τῆς ἁρμονίας, ἵν᾽ ἡδεῖα καὶ καλὴ γένηται, πάνυ ὀλίγου δεῖν οἴομαι λόγου. τίς γὰρ οὐκ ἂν ὁμολογήσαι τήνδε μὲν τὴν λέξιν ἣν Δημοσθένης εἴρηκε προσθήκῃ πλεονάζειν οὐκ ἀναγκαίᾳ τῆς ἁρμονίας ἕνεκα; ‘ γὰρ οἷς ἂν ἐγὼ ληφθείην, ταῦτα πράττων καὶ κατασκευαζόμενος, οὗτος ἐμοὶ πολεμεῖ, κἂν μήπω βάλλῃ μηδὲ τοξεύῃ.’ ἐνταῦθα γὰρ οὐχὶ τοῦ ἀναγκαίου χάριν πρόσκειται τὸ τοξεύειν, ἀλλ᾽ ἵνα τὸ τελευταῖον κῶλον τὸκἂν μήπω βάλλῃτραχύτερον τοῦ δέοντος ὂν καὶ οὐχ ἡδὺ ἀκουσθῆναι τῇ προσθήκῃ ταύτῃ γένηται χαριέστερον. καὶ ἔτι τὴν Πλατωνικὴν ἐκείνην περίοδον, ἣν ἐν τῷ ἐπιταφίῳ ἀνὴρ γράφει, τίς οὐκ ἂν φαίη παραπληρώματι λέξεως [p. 34] οὐκ ἀναγκαίῳ προσηρανίσθαι; ‘ἔργων γὰρ εὖ πραχθέντων λόγῳ καλῶς ῥηθέντι μνήμη καὶ κόσμος γίνεται τοῖς πράξασι παρὰ τῶν ἀκουσάντων.’ ἐνταυθοῖ γὰρ τὸπαρὰ τῶν ἀκουσάντωνπρὸς οὐδὲν ἀναγκαῖον λέγεται, ἀλλ᾽ ἵνα τὸ τελευταῖον κῶλον τὸτοῖς πράξασιπάρισόν τε καὶ ἐφάμιλλον τοῖς πρὸ αὐτοῦ γένηται. τί δὲ δὴ τὸ παρ᾽ Αἰσχίνῃ λεγόμενον τουτίἐπὶ σαυτὸν καλεῖς, ἐπὶ τοὺς νόμους καλεῖς, ἐπὶ τὴν δημοκρατίαν καλεῖς’, τρίκωλον ἐν τοῖς πάνυ ἐπαινούμενον, οὐχὶ τῆς αὐτῆς ἰδέας ἔχεται; γὰρ οἷόν τε ἦν ἑνὶ κώλῳ περιληφθῆναι τόνδε τὸν τρόπονἐπὶ σεαυτὸν καὶ τοὺς νόμους καὶ τὴν δημοκρατίαν καλεῖς’, τοῦτο εἰς τρία διῄρηται, τῆς αὐτῆς λέξεως οὐ τοῦ ἀναγκαίου ἕνεκα, τοῦ δὲ ἡδίω ποιῆσαι τὴν ἁρμονίαν πολλάκις τεθείσης καὶ προσέτι πάθος τῷ λόγῳ. τῆς μὲν δὴ προσθέσεως γίνεται τοῖς κώλοις οὗτος τρόπος: τῆς ἀφαιρέσεως δὲ τίς; ὅταν τῶν ἀναγκαίων τι λέγεσθαι λυπεῖν μέλλῃ καὶ διοχλεῖν τὴν ἀκρόασιν, ἀφαιρεθὲν δὲ χαριεστέραν ποιῇ τὴν ἁρμονίαν: οἷά ἐστιν ἐν μὲν τοῖς μέτροις τὰ Σοφόκλεια ταυτί: [p. 35]
μύω τε καὶ δέδορκα κἀξανίσταμαι

πλέον φυλάσσων αὐτὸς φυλάσσομαι:
ἐνταυθοῖ γὰρ δεύτερος στίχος ἐκ δυεῖν σύγκειται κώλων οὐχ ὅλων: τελεία γὰρ ἂν λέξις ἦν οὕτως ἐξενεχθεῖσαπλεῖον φυλάσσων αὐτὸς ἑτέρους φυλασσόμενος ὑφ᾽ ἑτέρων’, τὸ δὲ μέτρον ἠδίκητο καὶ οὐκ ἂν ἔσχεν ἣν νῦν ἔχει χάριν. ἐν δὲ τοῖς πεζοῖς λόγοις τὰ τοιαῦτα: ‘ἐγὼ δ᾽ ὅτι μὲν τινῶν κατηγοροῦντα πάντας ἀφαιρεῖσθαι τὴν ἀτέλειαν τῶν ἀδίκων ἐστίν, ἐάσω.’ μεμείωται γὰρ κἀνταῦθα τῶν πρώτων δυεῖν κώλων ἑκάτερον: αὐτοτελῆ δ᾽ ἂν ἦν, εἴ τις αὐτὰ οὕτως ἐξήνεγκεν: ‘ἐγὼ δ᾽ ὅτι μὲν τινῶν κατηγοροῦντα ὡς οὐκ ἐπιτηδείων ἔχειν τὴν ἀτέλειαν πάντας ἀφαιρεῖσθαι καὶ τοὺς δικαίως αὐτῆς τυχόντας τῶν ἀδίκων ἐστίν, ἐάσω.’ ἀλλ᾽ οὐκ ἐδόκει τῷ Δημοσθένει πλείονα ποιεῖσθαι πρόνοιαν τῆς ἀκριβείας τῶν κώλων τῆς εὐρυθμίας.

τὰ δ᾽ αὐτὰ εἰρήσθω μοι καὶ περὶ τῶν καλουμένων περιόδων: καὶ γὰρ ταύτας χρὴ τάς τε προηγουμένας καὶ τὰς ἑπομένας οἰκείως συναρμόττειν, ὅταν ἐν [p. 36] περιόδοις προσήκῃ τὸν λόγον ἐκφέρειν: οὐ γὰρ δὴ πανταχῇ γε τὸ ἐμπερίοδον χρήσιμον. καὶ αὐτὸ δὲ τοῦτο τὸ θεώρημα τῆς συνθετικῆς ἐπιστήμης ἴδιον, πότε δεῖ χρῆσθαι περιόδοις καὶ μέχρι πόσου καὶ πότε μή.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: