previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔστι τοίνυν πᾶσα λέξις σημαίνομεν τὰς νοήσεις μὲν ἔμμετρος, δὲ ἄμετρος: ὧν ἑκατέρα καλῆς μὲν ἁρμονίας τυχοῦσα καλὸν οἵα τ᾽ ἐστὶ ποιεῖν καὶ τὸ μέτρον καὶ τὸν λόγον, ἀνεπιστάτως δὲ καὶ ὡς ἔτυχεν [p. 9] ῥιπτουμένη προσαπόλλυσι καὶ τὸ ἐν τῇ διανοίᾳ χρήσιμον. πολλοὶ γοῦν καὶ ποιηταὶ καὶ συγγραφεῖς φιλόσοφοί τε καὶ ῥήτορες λέξεις πάνυ καλὰς καὶ πρεπούσας τοῖς ὑποκειμένοις ἐκλέξαντες ἐπιμελῶς, ἁρμονίαν δὲ αὐταῖς ἀποδόντες εἰκαίαν τινὰ καὶ ἄμουσον οὐδὲν χρηστὸν ἀπέλαυσαν ἐκείνου τοῦ πόνου. ἕτεροι δ᾽ εὐκαταφρόνητα καὶ ταπεινὰ λαβόντες ὀνόματα, συνθέντες δ᾽ αὐτὰ ἡδέως καὶ περιττῶς πολλὴν τὴν ἀφροδίτην τῷ λόγῳ περιέθηκαν. καὶ σχεδὸν ἀνάλογόν τι πεπονθέναι δόξειεν ἂν σύνθεσις πρὸς τὴν ἐκλογήν, πάσχει τὰ ὀνόματα πρὸς τὰ νοήματα. ὥσπερ γὰρ οὐδὲν ὄφελος διανοίας ἐστὶ χρηστῆς, εἰ μή τις αὐτῇ κόσμον ἀποδώσει καλῆς ὀνομασίας, οὕτω κἀνταῦθα οὐδέν ἐστι προὔργου λέξιν εὑρεῖν καθαρὰν καὶ καλλιρήμονα, εἰ μὴ καὶ κόσμον αὐτῇ τις ἁρμονίας τὸν προσήκοντα περιθήσει.

ἵνα δὲ μὴ δόξω φάσιν ἀναπόδεικτον λέγειν, ἐξ ὧν ἐπείσθην κρεῖττον εἶναι καὶ τελειότερον ἄσκημα τῆς ἐκλογῆς τὴν σύνθεσιν, ἔργῳ πειράσομαι δεικνύναι, ἐμμέτρων τε καὶ πεζῶν λόγων ἀπαρχὰς ὀλίγας προχειρισάμενος. λαμβανέσθω δὲ ποιητῶν μὲν Ὅμηρος, συγγραφέων δὲ Ἡρόδοτος: ἀπόχρη γὰρ ἐκ τούτων καὶ [p. 10] περὶ τῶν ἄλλων εἰκάσαι. ἔστι δὴ παρ᾽ Ὁμήρῳ μὲν παρὰ τῷ συβώτῃ καταγόμενος Ὀδυσσεὺς περὶ τὴν ἑωθινὴν ὥραν ἀκρατίζεσθαι μέλλων, ὡς τοῖς παλαιοῖς ἔθος ἦν: ἔπειτα Τηλέμαχος αὐτοῖς ἐπιφαινόμενος ἐκ τῆς εἰς Πελοπόννησον ἀποδημίας: πραγμάτι᾽ ἄττα βιωτικὰ ἡρμηνευμένα ὑπέρευ. ποῦ δ᾽ ἐστὶν τῆς ἑρμηνείας ἀρετή, τὰ ποιήματα δηλώσει παρατεθέντα αὐτά:


τὼ δ᾽ αὖτ᾽ ἐν κλισίῃς Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
ἐντύνοντ᾽ ἄριστον ἅμ᾽ ἠοῖ κειαμένω πῦρ
ἔκπεμψάν τε νομῆας ἅμ᾽ ἀγρομένοισι σύεσσι.
Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι
οὐδ᾽ ὕλαον προσιόντα. νόησε δὲ δῖος Ὀδυσσεὺς
σαίνοντάς τε κύνας, ὑπὸ δὲ κτύπος ἦλθε ποδοῖιν:
αἶψα δ᾽ ἂρ Εὔμαιον προσεφώνεεν ἐγγὺς ἐόντα:
Εὔμαι᾽, μάλα τίς τοι ἐλεύσεται ἐνθάδ᾽ ἑταῖρος
καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ ὑλάουσιν,
ἀλλὰ περισσαίνουσι: ποδῶν δ᾽ ὑπὸ δοῦπον ἀκούω.
οὔπω πᾶν εἴρητο ἔπος, ὅτε οἱ φίλος υἱὸς
ἔστη ἐνὶ προθύροισι. ταφὼν δ᾽ ἀνόρουσε συβώτης: [p. 11]
ἐκ δ᾽ ἄρα οἱ χειρῶν πέσεν ἄγγεα, τοῖς ἐπονεῖτο
κιρνὰς αἴθοπα οἶνον. δ᾽ ἀντίος ἔδραμ᾽ ἄνακτος:
κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ
χεῖράς τ᾽ ἀμφοτέρας: θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ.
ταῦθ᾽ ὅτι μὲν ἐπάγεται καὶ κηλεῖ τὰς ἀκοὰς ποιημάτων τε τῶν πάνυ ἡδίστων οὐδενὸς ἥττω μοῖραν ἔχει, πάντες ἂν εὖ οἶδ᾽ ὅτι μαρτυρήσειαν. ποῦ δὲ αὐτῶν ἐστιν πειθὼ καὶ διὰ τί τοιαῦτά ἐστι, πότερον διὰ τὴν ἐκλογὴν τῶν ὀνομάτων διὰ τὴν σύνθεσιν; οὐδεὶς ἂν εἴποι διὰ τὴν ἐκλογήν, ὡς ἐγὼ πείθομαι: διὰ γὰρ τῶν εὐτελεστάτων καὶ ταπεινοτάτων ὀνομάτων πέπλεκται πᾶσα λέξις, οἷς ἂν καὶ γεωργὸς καὶ θαλαττουργὸς καὶ χειροτέχνης καὶ πᾶς μηδεμίαν ὤραν τοῦ λέγειν εὖ ποιούμενος ἐξ ἑτοίμου λαβὼν ἐχρήσατο. λυθέντος γοῦν τοῦ μέτρου φαῦλα φανήσεται τὰ αὐτὰ ταῦτα καὶ ἄζηλα: οὔτε γὰρ μεταφοραί τινες ἔνεισιν εὐγενεῖς οὔτε ὑπαλλαγαὶ οὔτε καταχρήσεις οὔτ᾽ ἄλλη τροπικὴ διάλεκτος οὐδεμία, οὐδὲ δὴ γλῶτται παλαιαί τινες οὐδὲ ξένα πεποιημένα ὀνόματα. τί οὖν λείπεται μὴ οὐχὶ τὴν σύνθεσιν τοῦ κάλλους τῆς ἑρμηνείας αἰτιᾶσθαι; [p. 12] τοιαῦτα δ᾽ ἐστὶ παρὰ τῷ ποιητῇ μυρία, ὡς εὖ οἶδ᾽ ὅτι πάντες ἴσασιν: ἐμοὶ δ᾽ ὑπομνήσεως ἕνεκα λέγοντι ἀρκεῖ ταῦτα μόνα εἰρῆσθαι.

φέρε δὴ μεταβῶμεν ἤδη καὶ ἐπὶ τὴν πεζὴν διάλεκτον καὶ σκοπῶμεν, εἰ κἀκείνῃ τοῦτο συμβέβηκε τὸ πάθος, ὥστε παρὰ μικρὰ καὶ φαῦλα πράγματά τε καὶ ὀνόματα συνταχθέντα καλῶς μεγάλας ἡδονὰς γίνεσθαι καὶ χάριτας. ἔστι δὴ παρὰ τῷ Ἡροδότῳ βασιλεύς τις Λυδῶν, ὃν ἐκεῖνος Κανδαύλην καλεῖ, Μυρσίλον δὲ καλεῖσθαί φησιν ὑφ᾽ Ἑλλήνων, τῆς ἑαυτοῦ γυναικὸς ἐρῶν, ἔπειτα ἀξιῶν τινα τῶν ἑταίρων αὐτοῦ γυμνὴν τὴν ἄνθρωπον ἰδεῖν, δὲ ἀπομαχόμενος μὴ ἀναγκασθῆναι, ὡς δὲ οὐκ ἔπειθεν, ὑπομένων τε καὶ θεώμενος αὐτήνπρᾶγμα οὐχ ὅτι σεμνὸν καλλιλογεῖσθαι ἐπιτήδειον, ἀλλὰ καὶ παιδικὸν καὶ ἐπικίνδυνον καὶ τοῦ αἰσχροῦ μᾶλλον τοῦ καλοῦ ἐγγυτέρῳ: ἀλλ᾽ εἴρηται σφόδρα δεξιῶς, καὶ κρεῖττον γέγονεν ἀκουσθῆναι λεγόμενον ὀφθῆναι γινόμενον. ἵνα δὲ μή τις ὑπολάβῃ τὴν διάλεκτον εἶναι τῆς ἡδονῆς αἰτίαν τῇ λέξει, μεταθεὶς αὐτῆς τὸν χαρακτῆρα εἰς τὴν Ἀτθίδα [p. 13] γλῶτταν καὶ οὐδὲν ἄλλο περιεργασάμενος οὕτως ἐξοίσω τὸν διάλογον.

Γύγη, οὐ γάρ σε δοκῶ πείθεσθαί μοι λέγοντι περὶ τοῦ εἴδους τῆς γυναικός: ὦτα γὰρ τυγχάνει ἀνθρώποις ὄντα ἀπιστότερα ὀφθαλμῶν: ποίει ὅπως ἐκείνην θεάσῃ γυμνήν. δ᾽ ἀναβοήσας εἶπε: δέσποτα, τίνα λόγον λέγεις οὐχ ὑγιᾶ, κελεύων με δέσποιναν τὴν ἐμὴν θεάσασθαι γυμνήν; ἅμα δὲ χιτῶνι ἐκδυομένῳ συνεκδύεται καὶ τὴν αἰδῶ γυνή. πάλαι δὲ τὰ καλὰ ἀνθρώποις ἐξεύρηται, ἐξ ὧν μανθάνειν δεῖ: ἐν οἷς ἓν τόδ᾽ ἐστίν, ὁρᾶν τινα τὰ ἑαυτοῦ. ἐγὼ δὲ πείθομαι ἐκείνην εἶναι πασῶν γυναικῶν καλλίστην, καὶ σοῦ δέομαι μὴ δεῖσθαι ἀνόμων. μὲν δὴ λέγων ταῦτα ἀπεμάχετο ..., δ᾽ ἠμείβετο τοῖσδε: θάρσει Γύγη, καὶ μὴ φοβοῦ μήτ᾽ ἐμέ, ὡς πειρώμενόν σου λέγω λόγον τόνδε, μήτε γυναῖκα τὴν ἐμήν, μή τί σοι ἐξ αὐτῆς γένηται βλάβος. ἀρχὴν γὰρ ἐγὼ μηχανήσομαι οὕτως, ὥστε μηδὲ μαθεῖν αὐτὴν ὀφθεῖσαν ὑπὸ σοῦ. ἀγαγὼν γάρ σε εἰς τὸ οἴκημα, ἐν κοιμώμεθα, ὄπισθε τῆς ἀνοιγομένης θύρας στήσω: μετὰ δὲ ἐμὲ εἰσελθόντα παρέσται [p. 14] καὶ γυνὴ ἐμὴ εἰς κοίτην. κεῖται δ᾽ ἐγγὺς τῆς εἰσόδου θρόνος: ἐπὶ τοῦτον τῶν ἱματίων καθ᾽ ἓν ἕκαστον ἐκδῦσα θήσει, καὶ καθ᾽ ἡσυχίαν πολλὴν παρέσται σοι θεάσασθαι. ὅταν δ᾽ ἀπὸ τοῦ θρόνου πορεύηται ἐπὶ τὴν εὐνὴν κατὰ νώτου τε αὐτῆς γένῃ, σοὶ μελέτω τὸ ἐντεῦθεν, ὅπως μή σε ὄψεται ἀπιόντα διὰ θυρῶν. μὲν δὴ ὡς οὐκ ἐδύνατο διαφυγεῖν, ἕτοιμος ἦν ποιεῖν ταῦτα’.

οὐκ ἂν ἔχοι τις οὐδὲ ἐνταῦθα εἰπεῖν, ὅτι τὸ ἀξίωμα καὶ σεμνότης τῶν ὀνομάτων εὔμορφον πεποίηκε τὴν φράσιν: ἀνεπιτήδευτα γάρ ἐστι καὶ ἀνέκλεκτα, οἷα φύσις τέθηκεν σύμβολα τοῖς πράγμασιν: οὐδὲ γὰρ ἥρμοττεν ἴσως κρείττοσι χρήσασθαι ἑτέροις. ἀνάγκη δὲ δή που, ὅταν τοῖς κυριωτάτοις τε καὶ προσεχεστάτοις ὀνόμασιν ἐκφέρηται, τὰ νοήματα μηδὲν σεμνότερ᾽ εἶναι, οἷά ἐστιν ἐκεῖνα. ὅτι δὲ οὐδὲν ἐν αὐτοῖς ἐστι σεμνὸν οὐδὲ περιττόν, βουλόμενος εἴσεται μεταθεὶς οὐδὲν τι μὴ τὴν ἁρμονίαν. πολλὰ δὲ καὶ παρὰ τούτῳ τῷ ἀνδρὶ τοιαῦτά ἐστιν, ἐξ ὧν ἄν τις τεκμήραιτο, ὅτι οὐκ ἐν τῷ κάλλει τῶν ὀνομάτων πειθὼ τῆς [p. 15] ἑρμηνείας ἦν, ἀλλ᾽ ἐν τῇ συζυγίᾳ. καὶ περὶ μὲν τούτων ἱκανὰ ταῦτα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: