previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

περὶ δὲ τῆς ἐμμελοῦς τε καὶ ἐμμέτρου συνθέσεως τῆς ἐχούσης πολλὴν ὁμοιότητα πρὸς τὴν πεζὴν λέξιν τοιαῦτά τινα λέγειν ἔχω, ὡς πρώτη μέν ἐστιν αἰτία [p. 136] κἀνταῦθα τὸν αὐτὸν τρόπον ὅνπερ ἐπὶ τῆς ἀμέτρου ποιητικῆς τῶν ὀνομάτων αὐτῶν ἁρμογή, δευτέρα δὲ τῶν κώλων σύνθεσις, τρίτη δὲ τῶν περιόδων συμμετρία. τὸν δὴ βουλόμενον ἐν τούτῳ τῷ μέρει κατορθοῦν τὰ τῆς λέξεως μόρια δεῖ πολυειδῶς στρέφειν τε καὶ συναρμόττειν καὶ τὰ κῶλα ἐν διαστήμασι ποιεῖν συμμέτρως, μὴ συναπαρτίζοντα τοῖς στίχοις ἀλλὰ διατέμνοντα τὸ μέτρον, ἄνισά τε ποιεῖν αὐτὰ καὶ ἀνόμοια, πολλάκις δὲ καὶ εἰς κόμματα συνάγειν βραχύτερα κώλων, τάς τε περιόδους μήτε ἰσομεγέθεις μήτε ὁμοιοσχήμονας τὰς γοῦν παρακειμένας ἀλλήλαις ἐργάζεσθαι: ἔγγιστα γὰρ φαίνεται λόγοις τὸ περὶ τοὺς ῥυθμοὺς καὶ τὰ μέτρα πεπλανημένον. τοῖς μὲν οὖν τὰ ἔπη καὶ τοὺς ἰάμβους καὶ τὰ ἄλλα τὰ ὁμοειδῆ μέτρα κατασκευάζουσιν οὐκ ἔξεστι πολλοῖς διαλαμβάνειν μέτροις ῥυθμοῖς τὰς ποιήσεις, ἀλλ᾽ ἀνάγκη μένειν ἀεὶ ἐπὶ τοῦ αὐτοῦ σχήματος: τοῖς δὲ μελοποιοῖς ἔξεστι πολλὰ μέτρα καὶ ῥυθμοὺς εἰς μίαν ἐμβαλεῖν περίοδον: ὥσθ᾽ οἱ μὲν τὰ μονόμετρα συντιθέντες ὅταν διαλύσωσι τοὺς στίχους τοῖς κώλοις διαλαμβάνοντες ἄλλοτε ἄλλως, διαχέουσι καὶ ἀφανίζουσι τὴν ἀκρίβειαν τοῦ μέτρου, καὶ ὅταν τὰς περιόδους μεγέθει τε καὶ σχήματι ποικίλας ποιῶσιν, εἰς λήθην [p. 137] ἐμβάλλουσιν ἡμᾶς τοῦ μέτρου: οἱ δὲ μελοποιοὶ πολυμέτρους τὰς στροφὰς ἐργαζόμενοι καὶ τῶν κώλων ἑκάστοτε πάλιν ἀνίσων τε ὄντων καὶ ἀνομοίων ἀλλήλοις ἀνομοίους τε καὶ ἀνίσους ποιούμενοι τὰς διαιρέσεις, δι᾽ ἄμφω δὲ ταῦτα οὐκ ἐῶντες ἡμᾶς ὁμοειδοῦς ἀντίληψιν λαβεῖν ῥυθμοῦ πολλὴν τὴν πρὸς τοὺς λόγους ὁμοιότητα κατασκευάζουσιν ἐν τοῖς μέλεσιν, ἔνεστί τε καὶ τροπικῶν καὶ ξένων καὶ γλωττηματικῶν καὶ τῶν ἄλλων ποιητικῶν ὀνομάτων μενόντων ἐν τοῖς ποιήμασιν μηδὲν ἧττον αὐτὰ φαίνεσθαι λόγῳ παραπλήσια.

μηδεὶς δὲ ὑπολαμβανέτω με ἀγνοεῖν ὅτι κακία ποιήματος καλουμένη λογοείδεια δοκεῖ τις εἶναι, μηδὲ καταγιγνωσκέτω μου ταύτην τὴν ἀμαθίαν, ὡς ἄρα ἐγὼ κακίαν τινὰ ἐν ἀρεταῖς τάττω ποιημάτων λόγων: ὡς δὲ ἀξιῶ διαιρεῖν κἀν τούτοις τὰ σπουδαῖα ἀπὸ τῶν μηδενὸς ἀξίων, ἀκούσας μαθέτω. ἐγὼ τοὺς λόγους τὸν μὲν ἰδιώτην ἐπιστάμενος ὄντα, τὸν ἀδολέσχην τοῦτον λέγω καὶ φλύαρον, τὸν δὲ πολιτικόν, ἐν τὸ πολὺ κατεσκευασμένον ἐστὶ καὶ ἔντεχνον, τι μὲν ἂν τῶν ποιημάτων ὅμοιον εὑρίσκω τῷ φλυάρῳ καὶ ἀδολέσχῃ, γέλωτος ἄξιον τίθεμαι, τι δ᾽ ἂν τῷ κατεσκευασμένῳ καὶ ἐντέχνῳ, ζήλου καὶ σπουδῆς ἐπιτήδειον τυγχάνειν οἴομαι. εἰ μὲν οὖν διαφόρου προσηγορίας τῶν λόγων ἑκάτερος ἐτύγχανεν, ἀκόλουθον ἦν [p. 138] ἂν καὶ τῶν ποιημάτων τούτοις ἔοικεν διαφόροις ὀνόμασι καλεῖν ἑκάτερον: ἐπειδὴ δὲ τε σπουδαῖος καὶ τοῦ μηδενὸς ἄξιος ὁμοίως καλεῖται λόγος, οὐκ ἂν ἁμαρτάνοι τις τὰ μὲν ἐοικότα τῷ καλῷ λόγῳ ποιήματα καλὰ ἡγούμενος, τὰ δὲ τῷ μοχθηρῷ πονηρὰ οὐδὲν ὑπὸ τῆς τοῦ λόγου ὁμοειδείας ταραττόμενος. κωλύσει γὰρ οὐδὲν τῆς ὀνομασίας ὁμοιότης κατὰ διαφόρων ταττομένης πραγμάτων τὴν ἑκατέρου φύσιν ὁρᾶν.

εἰρηκὼς δὴ καὶ περὶ τούτων παραδείγματά σοι τῶν εἰρημένων ὀλίγα θεὶς αὐτοῦ κατακλείσω τὸν λόγον. ἐκ μὲν οὖν τῆς ἐπικῆς ποιήσεως ταῦτα ἀπόχρη:


αὐτὰρ γ᾽ ἐγ λιμένος προσέβη τρηχεῖαν ἀταρπόν:
ἓν μὲν δὴ τοῦτο κῶλον. ἕτερον δὲ

χῶρον ἀν᾽ ὑλήεντα
ἔλαττόν τε τοῦ προτέρου καὶ δίχα τέμνον τὸν στίχον. τρίτον δὲ τουτί

δι᾽ ἄκριας
ἔλαττον κώλου κομμάτιον. τέταρτον δὲ

οἷ οἱ Ἀθήνη
πέφραδε δῖον ὑφορβόν
[p. 139] ἐξ ἡμιστιχίων δύο συγκείμενον καὶ τοῖς προτέροις οὐδὲν ἐοικός. ἔπειτα τὸ τελευταῖον

οἱ βιότοιο μάλιστα
κήδετο οἰκήων οὓς κτήσατο δῖος Ὀδυσσεύς
ἐντελῆ μὲν τὸν τρίτον ποιοῦν στίχον, τοῦ δὲ τετάρτου τῇ προσθήκῃ τὴν ἀκρίβειαν ἀφῃρημένον. ἔπειτ᾽ αὖθις

τὸν δ᾽ ἄρ᾽ ἐνὶ προδόμῳ εὗρ᾽ ἥμενον
οὐ συνεκτρέχον οὐδὲ τοῦτο τῷ στίχῳ.

ἔνθά οἱ αὐλὴ
ὑψηλὴ δέδμητο
ἄνισον καὶ τοῦτο τῷ προτέρῳ. κἄπειτα ἑξῆς νοῦς ἀπερίοδος ἐν κώλοις τε καὶ κόμμασι λεγόμενος: ἐπιθεὶς γὰρ

περισκέπτῳ ἐνὶ χώρῳ,
πάλιν ἐποίσει

καλή τε μεγάλη τε
βραχύτερον κώλου κομμάτιον, εἶτα

περίδρομος
ὄνομα καθ᾽ ἑαυτὸ νοῦν τινα ἔχον. εἶθ᾽ ἑξῆς τὰ ἄλλα τὸν αὐτὸν κατασκευάσει τρόπον: τί γὰρ δεῖ μηκύνειν;

ἐκ δὲ τῆς ποιήσεως τῆς ἰαμβικῆς τὰ παρ᾽ Εὐριπίδου ταυτί


γαῖα πατρὶς ἣν Πέλοψ ὁρίζεται,
χαῖρε,
[p. 140] τὸ πρῶτον ἄχρι τούτου κῶλον.

ὅς τε πέτραν Ἀρκάδων δυσχείμερον
* ἐμβατεύεις
τὸ δεύτερον μέχρι τοῦδε.

ἔνθεν εὔχομαι γένος.
τοῦτο τρίτον. τὰ μὲν πρότερα μείζονα στίχου, τοῦτο δὲ ἔλαττον.

Αὔγη γὰρ Ἀλέου παῖς με τῷ Τιρυνθίῳ
τίκτει λαθραίως Ἡρακλεῖ:
μετὰ τοῦτο

ξύνοιδε ὄρος
Παρθένιον,
οὐθέτερον αὐτῶν στίχῳ συμμετρούμενον. εἶτ᾽ αὖθις ἕτερον στίχου τε ἔλαττον καὶ στίχου μεῖζον

ἔνθα μητέρ᾽ ὠδίνων ἐμὴν
ἔλυσεν Εἰλείθυια
καὶ τὰ ἑξῆς τούτοις παραπλήσια.

ἐκ δὲ τῆς μελικῆς τὰ Σιμωνίδεια ταῦτα: γέγραπται δὲ κατὰ διαστολὰς οὐχ ὧν Ἀριστοφάνης ἄλλός τις κατεσκεύασε κώλων ἀλλ᾽ ὧν πεζὸς λόγος ἀπαιτεῖ. πρόσεχε δὴ τῷ μέλει καὶ ἀναγίνωσκε κατὰ διαστολάς, [p. 141] καὶ εὖ ἴσθ᾽ ὅτι λήσεταί σε ῥυθμὸς τῆς ᾠδῆς καὶ οὐχ ἕξεις συμβαλεῖν οὔτε στροφὴν οὔτε ἀντίστροφον οὔτ᾽ ἐπῳδόν, ἀλλὰ φανήσεταί σοι λόγος εἷς εἰρόμενος. ἔστι δὲ διὰ πελάγους φερομένη Δανάη τὰς ἑαυτῆς ἀποδυρομένη τύχας:


ὅτε λάρνακι ἐν δαιδαλέᾳ
ἄνεμός τε μιν πνέων ἐφόρει
κινηθεῖσά τε λίμνα,
δείματι φρίττεν οὔτ᾽ ἀδιάντοισι παρειαῖς
ἀμφί τε Περσέι βάλλε φίλαν χέρα
εἶπέν τε: τέκος,
οἷον ἔχω πόνον, οὐ δἀνιᾷ σε:
γαλαθηνῷ δ᾽ ἤθεϊ κνοώσσεις
ἐν ἀτερπέι δούρατι χαλκεογόμφῳ δίχα νυκτὸς ἀλαμπεῖ
κυανέῳ τε δνόφῳ σταλείς. [p. 142]
ἅλμαν δ᾽ ὕπερθεν τεᾶν κομᾶν βαθεῖαν
παριόντος κύματος οὐκ ἀλέγεις
οὐδ᾽ ἀνέμου φθόγγον, πορφυρέᾳ
κείμενος ἐν χλανίδι πρὸς κόλπῳ καλὸν πρόσωπον.
εἰ δέ τοι δεινὸν τό γε δεινὸν ἦν,
καί κεν ἐμῶν ῥημάτων λεπτὸν ὑπεῖχες οὖας.
κέλομαι: εὗδε βρέφος,
εὑδέτω δὲ πόντος, εὑδέτω ἄμετρον κακόν.
μεταβουλία δέ τις φανείη,
Ζεῦ πάτερ, ἐκ σέο:
τι δὴ θαρσαλέον ἔπος εὔχομαι
νόσφι δίκας, σύγγνωθί μοι.

τοιαῦτά ἐστι τὰ ὅμοια τοῖς καλοῖς λόγοις μέτρα καὶ μέλη, διὰ ταύτας γινόμενα τὰς αἰτίας ἃς προεῖπά σοι.

τοῦθ᾽ ἕξεις δῶρον ἡμέτερον, Ῥοῦφε, ‘πολλῶν ἀντάξιον ἄλλων’, εἰ βουληθείης ἐν ταῖς χερσί τε αὐτὸ συνεχῶς ὥσπέρ τι καὶ ἄλλο τῶν πάνυ χρησίμων ἔχειν καὶ συνασκεῖν αὑτὸν ταῖς καθ᾽ ἡμέραν γυμνασίαις. [p. 143] οὐ γὰρ αὐτάρκη τὰ παραγγέλματα τῶν τεχνῶν ἐστι δεινοὺς ἀγωνιστὰς ποιῆσαι τοὺς βουλομένους γε δίχα μελέτης τε καὶ γυμνασίας: ἀλλ᾽ ἐπὶ τοῖς πονεῖν καὶ κακοπαθεῖν βουλομένοις κεῖται σπουδαῖ᾽ ἂν εἶναι τὰ παραγγέλματα καὶ λόγου ἄξια φαῦλα καὶ ἄχρηστα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: