This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐγὼ τῆς συνθέσεως εἰδικὰς μὲν διαφορὰς πολλὰς
[p. 95]
σφόδρα εἶναι τίθεμαι καὶ οὔτ᾽ εἰς σύνοψιν ἐλθεῖν
δυναμένας οὔτ᾽ εἰς λογισμὸν ἀκριβῆ, οἴομαί τε ἴδιον
ἡμῶν ἑκάστῳ χαρακτῆρα ὥσπερ ὄψεως, οὕτω καὶ συνθέσεως ὀνομάτων παρακολουθεῖν, οὐ φαύλῳ παραδείγματι χρώμενος ζῳγραφίᾳ: ὥσπερ γὰρ ἐν ἐκείνῃ τὰ
αὐτὰ φάρμακα λαμβάνοντες ἅπαντες οἱ τὰ ζῷα γράφοντες οὐδὲν ἐοικότα ποιοῦσιν ἀλλήλοις τὰ μίγματα,
τὸν αὐτὸν τρόπον ἐν ποιητικῇ τε διαλέκτῳ καὶ τῇ
ἄλλῃ πάσῃ τοῖς αὐτοῖς ὀνόμασι χρώμενοι πάντες οὐχ
ὁμοίως αὐτὰ συντίθεμεν. τὰς μέντοι γενικὰς αὐτῆς
διαφορὰς ταύτας εἶναι πείθομαι μόνας τὰς τρεῖς, αἷς
ὁ βουλόμενος ὀνόματα θήσεται τὰ οἰκεῖα, ἐπειδὰν
τούς τε χαρακτῆρας αὐτῶν καὶ τὰς διαφορὰς ἀκούσῃ.
ἐγὼ μέντοι κυρίοις ὀνόμασιν οὐκ ἔχων αὐτὰς προσαγορεῦσαι ὡς ἀκατονομάστους μεταφορικοῖς ὀνόμασι
καλῶ τὴν μὲν αὐστηράν, τὴν δὲ γλαφυράν ἢ ἀνθηράν,
τὴν δὲ τρίτην εὔκρατον: ἣν ὅπως ποτὲ γίνεσθαι φαίην
ἄν, ἔγωγε ἀπορῶ καὶ ‘δίχα μοι νόος ἀτρέκειαν εἰπεῖν’,
εἴτε κατὰ στέρησιν τῶν ἄκρων ἑκατέρας εἴτε κατὰ
μῖξιν: οὐ γὰρ ῥᾴδιον εἰκάσαι τὸ σαφές. μή ποτ᾽ οὖν
κρεῖττον ᾖ λέγειν, ὅτι κατὰ ἄνεσίν τε καὶ ἐπίτασιν
τῶν ἐσχάτων ὅρων οἱ διὰ μέσου γίνονται πολλοὶ πάνυ
[p. 96]
ὄντες: οὐ γὰρ ὥσπερ ἐν μουσικῇ τὸ ἴσον ἀπέχει τῆς
νήτης καὶ τῆς ὑπάτης ἡ μέση, τὸν αὐτὸν τρόπον καὶ
ἐν λόγοις ὁ μέσος χαρακτὴρ ἑκατέρου τῶν ἄκρων ἴσον
ἀφέστηκεν, ἀλλ᾽ ἔστι τῶν ἐν πλάτει θεωρουμένων ὡς
ἀγέλη τε καὶ σωρὸς καὶ ἄλλα πολλά. ἀλλὰ γὰρ οὐχ
οὗτος ὁ καιρὸς ἁρμόττων τῇ θεωρίᾳ ταύτῃ: λεκτέον
δ᾽, ὥσπερ ὑπεθέμην, καὶ περὶ τῶν χαρακτήρων οὐχ
ἅπανθ᾽ ὅσ᾽ ἂν εἰπεῖν ἔχοιμι (μακρῶν γὰρ ἄν μοι πάνυ
δεήσειε λόγων), ἀλλ᾽ αὐτὰ τὰ φανερώτατα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.