ὁμολογουμένου δὴ παρὰ πᾶσιν ὅτι πρέπον ἐστὶ τὸ τοῖς ὑποκειμένοις ἁρμόττον προσώποις τε καὶ πράγμασιν, ὥσπερ ἐκλογὴ τῶν ὀνομάτων εἴη τις ἂν ἣ μὲν πρέπουσα τοῖς ὑποκειμένοις ἣ δὲ ἀπρεπής, οὕτω δή που καὶ σύνθεσις. παράδειγμα δὲ τούτου χρὴ λαμβάνειν τὴν ἀλήθειαν. ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν: οὐχ ὁμοίᾳ συνθέσει χρώμεθα ὀργιζόμενοι καὶ χαίροντες, οὐδὲ ὀλοφυρόμενοι καὶ φοβούμενοι, οὐδ᾽ ἐν ἄλλῳ τινὶ πάθει ἢ κακῷ ὄντες, ὥσπερ ὅταν ἐνθυμώμεθα μηδὲν ὅλως ἡμᾶς ταράττειν μηδὲ παραλυπεῖν. [p. 89] δείγματος ἕνεκα ταῦτ᾽ εἴρηκα ὀλίγα περὶ πολλῶν. μυρία ἄλλα ἐστὶν ὅσα τις ἂν εἰπεῖν ἔχοι τὰς ἰδέας ἁπάσας ἐκλογίζεσθαι βουλόμενος τοῦ πρέποντος: ἓν δὲ ὃ προχειρότατον ἔχω καὶ κοινότατον εἰπεῖν ὑπὲρ αὐτοῦ, τοῦτ᾽ ἐρῶ. οἱ αὐτοὶ ἄνθρωποι ἐν τῇ αὐτῇ καταστάσει τῆς ψυχῆς ὄντες ὅταν ἀπαγγέλλωσι πράγματα οἷς ἂν παραγενόμενοι τύχωσιν, οὐχ ὁμοίᾳ χρῶνται συνθέσει περὶ πάντων ἀλλὰ μιμητικοὶ γίνονται τῶν ἀπαγγελλομένων καὶ ἐν τῷ συντιθέναι τὰ ὀνόματα, οὐδὲν ἐπιτηδεύοντες ἀλλὰ φυσικῶς ἐπὶ τοῦτο ἀγόμενοι. ταῦτα δὴ παρατηροῦντα δεῖ τὸν ἀγαθὸν ποιητὴν καὶ ῥήτορα μιμητικὸν εἶναι τῶν πραγμάτων ὑπὲρ ὧν ἂν τοὺς λόγους ἐκφέρῃ, μὴ μόνον κατὰ τὴν ἐκλογὴν τῶν ὀνομάτων ἀλλὰ καὶ κατὰ τὴν σύνθεσιν. ὃ ποιεῖν εἴωθεν ὁ δαιμονιώτατος Ὅμηρος καίπερ μέτρον ἔχων ἓν ὡς καὶ ῥυθμοὺς ὀλίγους, ἀλλ᾽ ὅμως ἀεί τι καινουργῶν ἐν αὐτοῖς καὶ φιλοτεχνῶν, ὥστε μηδὲν ἡμῖν διαφέρειν γινόμενα τὰ πράγματα ἢ λεγόμενα ὁρᾶν. ἐρῶ δὲ ὀλίγα, οἷς ἄν τις δύναιτο παραδείγμασι χρῆσθαι πολλῶν. ἀπαγγέλλων δὴ πρὸς τοὺς Φαίακας Ὀδυσσεὺς τὴν ἑαυτοῦ πλάνην καὶ τὴν εἰς ᾄδου κατάβασιν [p. 90] εἰπὼν τὰς ὄψεις τῶν ἐκεῖ κακῶν ἀποδίδωσιν. ἐν δὴ τούτοις καὶ τὰ περὶ τὸν Σίσυφον διηγεῖται πάθη, ᾧ φασι τοὺς καταχθονίους θεοὺς ὅρον πεποιῆσθαι τῆς τῶν δεινῶν ἀπαλλαγῆς, ὅταν ὑπὲρ ὄχθου τινὸς ἀνακυλίσῃ πέτρον: τοῦτο δὲ ἀμήχανον εἶναι καταπίπτοντος ὅταν εἰς ἄκρον ἔλθῃ πάλιν τοῦ πέτρου. πῶς οὖν δηλώσει ταῦτα μιμητικῶς κατ᾽ αὐτὴν τὴν σύνθεσιν τῶν ὀνομάτων, ἄξιον ἰδεῖν:
ἐνταῦθα ἡ σύνθεσίς ἐστιν ἡ δηλοῦσα τῶν γινομένων ἕκαστον, τὸ βάρος τοῦ πέτρου, τὴν ἐπίπονον ἐκ τῆς γῆς κίνησιν, τὸν διερειδόμενον τοῖς κώλοις, τὸν ἀναβαίνοντα πρὸς τὸν ὄχθον, τὴν μόλις ἀνωθουμένην πέτραν: οὐδεὶς ἂν ἄλλως εἴποι. καὶ παρὰ τί γέγονε τούτων ἕκαστον; οὐ μὰ Δί᾽ εἰκῇ γε οὐδ᾽ ἀπὸ ταὐτομάτου. πρῶτον μὲν ἐν τοῖς δυσὶ στίχοις οἷς ἀνακυλίει τὴν πέτραν, ἔξω δυεῖν ῥημάτων τὰ λοιπὰ τῆς λέξεως μόρια [p. 91] πάντ᾽ ἐστὶν ἤτοι δισύλλαβα ἢ μονοσύλλαβα: ἔπειτα τῷ ἡμίσει πλείους εἰσὶν αἱ μακραὶ συλλαβαὶ τῶν βραχειῶν ἐν ἑκατέρῳ τῶν στίχων: ἔπειτα πᾶσαι διαβεβήκασιν αἱ τῶν ὀνομάτων ἁρμονίαι διαβάσεις εὐμεγέθεις καὶ διεστήκασι πάνυ αἰσθητῶς, ἢ τῶν φωνηέντων γραμμάτων συγκρουομένων ἢ τῶν ἡμιφώνων τε καὶ ἀφώνων συναπτομένων: ῥυθμοῖς τε δακτύλοις καὶ σπονδείοις τοῖς μηκίστοις καὶ πλείστην ἔχουσι διάβασιν ἅπαντα σύγκειται. τί δή ποτ᾽ οὖν τούτων ἕκαστον δύναται; αἱ μὲν μονοσύλλαβοί τε καὶ δισύλλαβοι λέξεις πολλοὺς τοὺς μεταξὺ χρόνους ἀλλήλων ἀπολείπουσαι τὸ χρόνιον ἐμιμήσαντο τοῦ ἔργου: αἱ δὲ μακραὶ συλλαβαὶ στηριγμούς τινας ἔχουσαι καὶ ἐγκαθίσματα τὴν ἀντιτυπίαν καὶ τὸ βαρὺ καὶ τὸ μόλις: τὸ δὲ μεταξὺ τῶν ὀνομάτων ψύγμα καὶ ἡ τῶν τραχυνόντων γραμμάτων παράθεσις τὰ διαλείμματα τῆς ἐνεργείας καὶ τὰς ἐποχὰς καὶ τὸ τοῦ μόχθου μέγεθος: οἱ ῥυθμοὶ δ᾽ ἐν μήκει θεωρούμενοι τὴν ἔκτασιν τῶν μελῶν καὶ τὸν διελκυσμὸν τοῦ κυλίοντος καὶ τὴν τοῦ πέτρου ἔρεισιν. καὶ ὅτι ταῦτα οὐ φύσεώς ἐστιν αὐτοματιζούσης ἔργα ἀλλὰ τέχνης μιμήσασθαι πειρωμένης τὰ γινόμενα, τὰ τούτοις ἑξῆς λεγόμενα δηλοῖ. τὴν γὰρ ἀπὸ τῆς [p. 92] κορυφῆς ἐπιστρέφουσαν πάλιν καὶ κατακυλιομένην πέτραν οὐ τὸν αὐτὸν ἡρμήνευκε τρόπον, ἀλλ᾽ ἐπιταχύνας τε καὶ συστρέψας τὴν σύνθεσιν: προειπὼν γὰρ ἐν τῷ αὐτῷ σχήματι
καὶ μὴν Σίσυφον εἰσεῖδον κρατέρ᾽ ἄλγε᾽ ἔχοντα,
λᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν:
ἤτοι ὃ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τε
λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον:
ἐπιτίθησι τοῦτο
ἀλλ᾽ ὅτε μέλλοι
ἄκρον ὑπερβαλέειν
οὐχὶ συγκυλίεται τῷ βάρει τῆς πέτρας ἡ τῶν ὀνομάτων σύνθεσις, μᾶλλον δὲ ἔφθακε τὴν τοῦ λίθου φορὰν τὸ τῆς ἀπαγγελίας τάχος; ἔμοιγε δοκεῖ. καὶ τίς ἐνταῦθα πάλιν αἰτία; καὶ γὰρ ταῦτ᾽ ἦν ἄξιον ἰδεῖν: ὁ τὴν καταφορὰν δηλῶν τοῦ πέτρου στίχος μονοσύλλαβον μὲν οὐδεμίαν, δισυλλάβους δὲ δύο μόνας ἔχει λέξεις. τοῦτ᾽ οὖν καὶ πρῶτον οὐ διἵστησι τοὺς χρόνους ἀλλ᾽ ἐπιταχύνει: ἔπειθ᾽ ἑπτακαίδεκα συλλαβῶν οὐσῶν ἐν τῷ στίχῳ δέκα μέν εἰσι βραχεῖαι συλλαβαί, ἑπτὰ δὲ μακραὶ οὐδ᾽ αὗται τέλειοι: ἀνάγκη δὴ [p. 93] κατασπᾶσθαι καὶ συστέλλεσθαι τὴν φράσιν τῇ βραχύτητι τῶν συλλαβῶν ἐφελκομένην. ἔτι πρὸς τούτοις οὐδ᾽ ὄνομα ἀπὸ ὀνόματος ἀξιόλογον εἴληφεν διάστασιν: οὔτε γὰρ φωνήεντι φωνῆεν οὔτε ἡμιφώνῳ ἡμίφωνον ἢ ἄφωνον, ἃ δὴ τραχύνειν πέφυκεν καὶ διἱστάναι τὰς ἁρμονίας, οὐδέν ἐστι παρακείμενον. οὐ δὴ γίνεται διάστασις αἰσθητὴ μὴ διηρτημένων τῶν λέξεων, ἀλλὰ συνολισθαίνουσιν ἀλλήλαις καὶ συγκαταφέρονται καὶ τρόπον τινὰ μία ἐξ ἁπασῶν γίνεται διὰ τὴν τῶν ἁρμονιῶν ἀκρίβειαν. ὃ δὲ μάλιστα τῶν ἄλλων θαυμάζειν ἄξιον, ῥυθμὸς οὐδεὶς τῶν μακρῶν οἳ φύσιν ἔχουσιν πίπτειν εἰς μέτρον ἡρωικόν, οὔτε σπονδεῖος οὔτε βακχεῖος ἐγκαταμέμικται τῷ στίχῳ, πλὴν ἐπὶ τῆς τελευτῆς: οἱ δ᾽ ἄλλοι πάντες εἰσὶ δάκτυλοι, καὶ οὗτοι παραμεμιγμένας ἔχοντες τὰς ἀλόγους, ὥστε μὴ πολὺ διαφέρειν ἐνίους τῶν τροχαίων. οὐδὲν δὴ τὸ ἀντιπρᾶττον ἐστὶν εὔτροχον καὶ περιφερῆ καὶ καταρρέουσαν εἶναι τὴν φράσιν ἐκ τοιούτων συγκεκροτημένην ῥυθμῶν.
τότ᾽ ἐπιστρέψασκε κραταιίς:
αὖτις ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής.
πολλά τις ἂν ἔχοι τοιαῦτα δεῖξαι παρ᾽ Ὁμήρῳ λεγόμενα: ἐμοὶ δὲ ἀποχρῆν δοκεῖ καὶ ταῦτα, ἵν᾽ ἐγγένηταί μοι καὶ περὶ τῶν ἄλλων εἰπεῖν. ὧν μὲν οὖν δεῖ στοχάζεσθαι τοὺς μέλλοντας ἡδεῖαν καὶ καλὴν ποιήσειν [p. 94] σύνθεσιν ἔν τε ποιητικῇ καὶ λόγοις ἀμέτροις, ταῦτα κατ᾽ ἐμὴν δόξαν ἐστὶ τὰ γοῦν κυριώτατα καὶ κράτιστα. ὅσα δὲ οὐχ οἷά τε ἦν, ἐλάττω τε ὄντα τούτων καὶ ἀμυδρότερα καὶ διὰ πλῆθος δυσπερίληπτα μιᾷ γραφῇ, ταῦτ᾽ ἐν ταῖς καθ᾽ ἡμέραν γυμνασίαις προσυποθήσομαι καὶ πολλῶν καὶ ἀγαθῶν ποιητῶν τε καὶ συγγραφέων καὶ ῥητόρων μαρτυρίοις χρήσομαι. νυνὶ δὲ τὰ καταλειπόμενα ὧν ὑπεσχόμην καὶ οὐδενὸς ἧττον ἀναγκαῖα εἰρῆσθαι, ταῦτ᾽ ἔτι προσθεὶς τῷ λόγῳ παύσομαι *** τίνες εἰσὶ διαφοραὶ τῆς συνθέσεως καὶ τίς ἑκάστης χαρακτὴρ ὡς ἐπὶ τὸ πολύ, τῶν τε πρωτευσάντων ἐν αὐταῖς μνησθῆναι καὶ δείγματα ἑκάστου παρασχεῖν, ὅταν δὲ ταῦτα λάβῃ μοι τέλος, τότε κἀκεῖνα διευκρινῆσαι τὰ παρὰ τοῖς πολλοῖς ἀπορούμενα, τί ποτ᾽ ἐστὶν ὃ ποιεῖ τὴν μὲν πεζὴν λέξιν ὁμοίαν ποιήματι φαίνεσθαι μένουσαν ἐν τῷ τοῦ λόγου σχήματι, τὴν δὲ ποιητικὴν φράσιν ἐμφερῆ τῷ πεζῷ λόγῳ φυλάττουσαν τὴν ποιητικὴν σεμνότητα: σχεδὸν γὰρ οἱ κράτιστα διαλεχθέντες ἢ ποιήσαντες ταῦτ᾽ ἔχουσιν ἐν τῇ λέξει τἀγαθά. πειρατέον δὴ καὶ περὶ τούτων, ἃ φρονῶ, λέγειν. ἄρξομαι δ᾽ ἀπὸ τοῦ πρώτου.