ἐδικαίουν δ᾽ οἱ μὲν ὕπατοι τὴν κρείττονα ἔχοντες ἐξουσίαν ἁπάντων ἄρχειν τῶν ἐν τῇ πόλει, οἱ δὲ δήμαρχοι τὴν ἐκκλησίαν ἑαυτῶν εἶναι χωρίον ὥσπερ ἐκείνων τὴν βουλήν, καὶ ὁπόσα ἐπὶ τοῖς δημόταις ἦν κρίνειν τε καὶ ψηφίζεσθαι, τούτων αὐτοὶ πᾶν ἔχειν τὸ κρίτος. συνηγωνίζετο δὲ τοῖς μὲν ἡ πληθὺς ἐπιβοῶσα καὶ ὁμόσε χωρεῖν, εἰ δέοι, τοῖς κωλύουσι παρεσκευασμένη, τοῖς δ᾽ ὑπάτοις οἱ πατρίκιοι συστρέψαντες αὑτούς. [2] ἐγίνετο δὲ πολὺς ἀγὼν περὶ τοῦ μὴ εἶξαι ἑκατέροις, ὡς ἐν μιᾷ τῇ τότε ἥττῃ παραχωρουμένης τῆς εἰς τὸν λοιπὸν χρόνον ἑκατέρων δικαιώσεως. ἥλιός τε περὶ καταφορὰν ἦν ἤδη, καὶ συνέτρεχεν ἐκ τῶν οἰκιῶν τὸ ἄλλο πλῆθος εἰς τὴν ἀγοράν, καὶ ἔμελλον, εἰ νὺξ ἐπιλαμβάνοι τὴν ἔριν, εἰς πληγάς τε καὶ λίθων χωρήσειν βολάς. [3] ἵνα δὴ μὴ τοῦτο γένοιτο, προελθὼν ὁ Βροῦτος τοὺς ὑπάτους ἠξίου δοῦναι λόγον αὐτῷ, παύσειν ὑπισχνούμενος τὴν στάσιν. κἀκεῖνοι δόξαντες σφίσι παρακεχωρῆσθαι, ὅτι τῶν δημάρχων παρόντων οὐ παρ᾽ ἐκείνων ὁ δημαγωγὸς ᾐτήσατο τὴν χάριν, ἐπιτρέπουσιν αὐτῷ λέγειν. σιωπῆς δὲ γενομένης ἄλλο μὲν οὐδὲν ὁ Βροῦτος εἶπεν, ἠρώτησε δὲ τοὺς ὑπάτους τοιάνδε τινὰ [4] ἐρώτησιν: ἆρά γ᾽, ἔφη, μέμνησθ᾽, ὅτι διαλυομένοις [p. 27] ἡμῖν τὴν στάσιν τοῦτο συνεχωρήθη τὸ δίκαιον ὑφ᾽ ὑμῶν, ὅταν οἱ δήμαρχοι συναγάγωσι τὸν δῆμον ὑπὲρ ὁτουδήτινος, μὴ παρεῖναι τῇ συνόδῳ τοὺς πατρικίους μηδ᾽ ἐνοχλεῖν; μεμνήμεθ᾽, ἔφησεν ὁ Γεγάνιος. καὶ ὁ Βροῦτος ὑποφέρει: τί οὖν παθόντες ἐμποδὼν ἵστασθ᾽ ἡμῖν καὶ οὐκ ἐᾶτε τοὺς δημάρχους ἃ βούλονται λέγειν; ἀποκρίνεται πρὸς ταῦθ᾽ ὁ Γεγάνιος: ὅτι οὐκ αὐτοὶ συνεκάλεσαν τὸν δῆμον εἰς τὴν ἐκκλησίαν, ἀλλ᾽ ἡμεῖς οἱ ὕπατοι. εἰ μὲν οὖν ὑπὸ τούτων ἡ σύνοδος ἐγένετο, οὐθὲν ἂν ἠξιοῦμεν οὔτε κωλύειν οὔτε πολυπραγμονεῖν: ἐπειδὴ δ᾽ ἡμεῖς συνηγάγομεν τὴν ἐκκλησίαν, οὐχὶ τούτους ἀγορεύειν κωλύομεν, ἀλλ᾽ ὑπὸ τούτων αὐτοὶ [5] κωλύεσθαι οὐ δικαιοῦμεν. καὶ ὁ Βροῦτος ὑποτυχών: νικῶμεν, ἔφησεν, ὦ δημόται, καὶ παρακεχώρηται ἡμῖν ὑπὸ τῶν διαφόρων ὅσα ἠξιοῦμεν. νῦν μὲν οὖν ἄπιτε καὶ παύσασθε φιλονεικοῦντες: αὔριον δ᾽ ὑμῖν ὑπισχνοῦμαι φανερὰν ποιήσειν ὅσην ἔχετε ἰσχύν. καὶ ὑμεῖς γ᾽, ὦ δήμαρχοι, παραχωρήσατε αὐτοῖς τῆς ἀγορᾶς ἐν τῷ παρόντι: οὐ γὰρ εἰς τέλος παραχωρήσετε: μαθόντες δ᾽ ὅσον ἔχει κράτος ὑμῶν ἡ ἀρχή: γνώσεσθε γὰρ οὐκ εἰς μακράν: ἐγὼ τοῦθ᾽ ὑμῖν ὑποδέχομαι ποιήσειν φανερόν: μετριωτέραν αὐτῶν ἀποδώσετε τὴν ὑπερηφανίαν. ἐὰν δὲ φενακίζων ὑμᾶς εὑρεθῶ, χρήσασθ᾽ ὅ τι βούλεσθέ μοι.