Διογένης
οὐχ Ἡρακλῆς οὗτός ἐστιν; οὐ μὲν οὖν
ἄλλος, μὰ τὸν Ἡρακλέα. τὸ τόξον, τὸ ῥόπαλον, ἡ λεοντῆ,
τὸ μέγεθος, ὅλος Ἡρακλῆς ἐστιν. εἶτα τέθνηκε Διὸς υἱὸς
ὤν; εἰπέ μοι, ὦ καλλίνικε, νεκρὸς εἶ; ἐγὼ γάρ σοι ἔθυον
ὑπὲρ γῆς ὡς θεῷ.
Ἡρακλῆς
καὶ ὀρθῶς ἔθυες: αὐτὸς μὲν γὰρ ὁ Ἡρακλῆς
ἐν τῷ οὐρανῷ τοῖς θεοῖς σύνεστι ‘καὶ ἔχει καλλίσφυρον
Ἥβην,’ ἐγὼ δ᾽ εἴδωλόν εἰμι αὐτοῦ.
Διογένης
πῶς λέγεις; εἴδωλον τοῦ θεοῦ; καὶ δυνατὸν
ἐξ ἡμισείας μέν τινα θεὸν εἶναι, τεθνάναι δὲ τῷ ἡμίσει;
Ἡρακλῆς
ναί: οὐ γὰρ ἐκεῖνος τέθνηκεν, ἀλλ᾽ ἐγω ἡ εἰκῶν αὐτοῦ.