Ἑρμῆς
ναί, ἔοικας: οἶδα γάρ σε πολλάκις ἐν ταῖς παλαίστραις ἰδών.
[p. 151]
Δαμασίας
ναί, ὦ Ἑρμῆ: ἀλλὰ παράδεξαί με γυμνὸν ὄντα.
Ἑρμῆς
οὐ γυμνόν, ὦ βέλτιστε, τοσαύτας σάρκας
περιβεβλημένον: ὥστε ἀπόδυθι αὐτάς, ἐπεὶ καταδύσεις
τὸ σκάφος τὸν ἕτερον πόδα ὑπερθεὶς μόνον: ἀλλὰ καὶ
τοὺς στεφάνους τούτους ἀπόρριψον καὶ τὰ κηρύγματα.
Δαμασίας
ἰδού σοι γυμνός, ὡς ὁρᾷς, ἀληθῶς εἰμι καὶ
ἰσοστάσιος τοῖς ἄλλοις νεκροῖς.