Τόξαρι, ὁ Ἀνάχαρσις, ἀλλά με λαβὼν ἄγε παρ᾽ αὐτόν
ἀτὰρ ἐκεῖνο δέδια, μὴ δυσπρόσοδος καὶ ἐν παρέργῳ θῆται
σου τὴν ἔντευξιν τὴν ὑπὲρ ἡμῶν. εὐφήμει, ἦ δ᾽ ὅς, ἐκείνῳ
τὰ μέγιστα χαριεῖσθαί μοι δοκῶ ἀφορμὴν παρασχὼν
τῆς ἐς ξένον ἄνδρα εὐποιίας. ἕπου μόνον: εἴσῃ γὰρ ὅση
πρὸς τὸν Ξένιον ἡ αἰδὼς καὶ ἡ ἄλλη ἐπιείκεια καὶ χρηστότης.
μᾶλλον δὲ κατὰ δαίμονα οὗτος αὐτὸς ἡμῖν πρόσεισιν,
ὁ ἐπὶ συννοίας, ὁ λαλῶν ἑαυτῷ: καὶ ἅμα προσειπὼν
τὸν Σόλωνα, Τοῦτό σοι, ἔφη, δῶρον μέγιστον
ἥκω ἄγων, ξένον ἄνδρα φιλίας δεόμενον.