μιᾶς καὶ τῆς αὐτῆς οἰκίας ἐστόν, υἱὸς καὶ πατήρ, ὁ μέν,
εἴ τινα Σόλωνα ἢ Περικλέα ἢ Ἀριστείδην ἐπινοεῖς, ὁ δὲ
υἱὸς καὶ ὀφθεὶς μὲν αὐτίκα ἐπάξεταί σε, οὕτω μέγας ἐστὶ
καὶ καλὸς ἀρρενωπήν τινα τὴν εὐμορφίαν: εἰ δὲ καὶ
φθέγξαιτο μόνον, οἰχήσεταί σε ἀπὸ τῶν ὤτων ἀναδησάμενος,
τοσαύτην Ἀφροδίτην ἐπὶ τῇ γλώττῃ ὁ νεανίσκος
ἔχει. ἥ γέ τοι πόλις ἅπασα κεχηνότες αὐτοῦ ἀκούουσιν,
ὁπόταν δημηγορήσων παρέλθῃ, ὁποῖόν φασι τοὺς τότε
Ἀθηναίους πρὸς τὸν τοῦ Κλεινίου πεπονθέναι, παρ᾽
ὅσον τοῖς μὲν οὐκ εἰς μακρὰν μετεμέλησε τοῦ ἔρωτος, ὃν
ἠράσθησαν τοῦ Ἀλκιβιάδου, τοῦτον δὲ ἡ πόλις οὐ φιλεῖ
μόνον, ἀλλὰ καὶ αἰδεῖσθαι ἤδη ἀξιοῖ, καὶ ὅλως ἓν τοῦτο
ἡμῖν δημόσιον ἀγαθόν ἐστι καὶ μέγα ὄφελος ἅπασιν, ἁνὴρ
οὗτος. εἰ δὴ αὐτός τε καὶ ὁ πατὴρ αὐτοῦ δέξαιντό σε καὶ
φίλον ποιήσαιντο, πᾶσαν ἔχεις τὴν πόλιν, καὶ ἐπισεῖσαι
χρὴ τὴν χεῖρα, τοῦτο μόνον, καὶ οὐκέτ᾽ ἐνδοιάσιμα τὰ
σά. ταῦτα νὴ τὸν Δί᾽ ἅπαντες ἔλεγον, εἰ χρὴ καὶ ὅρκον
ἐπάγειν τῷ λόγῳ, καί μοι ἤδη πειρωμένῳ τὸ πολλοστὸν
τῶν προσόντων εἰρηκέναι ἔδοξαν. ‘οὐχ ἕδρας τοίνυν
οὐδ᾽ ἀμβολᾶς ἔργον,’ ὡς ὁ Κεῖός φησιν, ἀλλὰ χρὴ πάντα
μὲν κάλων κινεῖν, πάντα δὲ πράττειν καὶ λέγειν, ὡς φίλοι
ἡμῖν τοιοῦτοι γένοιντο: ἢν γὰρ τοῦθ᾽ ὑπάρξῃ, εὔδια
πάντα καὶ πλοῦς οὔριος καὶ λειοκύμων ἡ θάλαττα καὶ ὁ λιμὴν πλησίον