Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὑπὸ γὰρ ἀσθενείας τῆς
ἐν τοῖς χρησίμοις ἢ ἀγνοίας τῶν λεκτέων ἐπὶ τὰς τοιαύτας
τῶν χωρίων καὶ ἄντρων ἐκφράσεις τρέπονται, καὶ
ὁπόταν ἐς πολλὰ καὶ μεγάλα πράγματα ἐμπέσωσιν, ἐοίκασιν
οἰκέτῃ νεοπλούτῳ, ἄρτι κληρονομήσαντι τοῦ δεσπότου,
ὃς οὔτε τὴν ἐσθῆτα οἶδεν ὡς χρὴ περιβαλέσθαι οὔτε
δειπνῆσαι κατὰ νόμον, ἀλλ᾽ ἐμπηδήσας, πολλάκις ὀρνίθων
καὶ συείων καὶ λαγῴων προκειμένων, ὑπερεμπίπλαται
ἔτνους τινὸς ἢ ταρίχους, ἔστ᾽ ἂν διαρραγῇ
ἐσθίων. οὗτος δ᾽ οὖν, ὃν προεῖπον, καὶ τραύματα συνέγραψε
πάνυ ἀπίθανα καὶ θανάτους ἀλλοκότους, ὡς εἰς
δάκτυλον τοῦ ποδὸς τὸν μέγαν τρωθείς τις αὐτίκα ἐτελεύτησε,
καὶ ὡς ἐμβοήσαντος μόνον Πρίσκου τοῦ στρατηγοῦ
ἑπτὰ καὶ εἴκοσι τῶν πολεμίων ἐξέθανον. ἔτι δὲ καὶ
ἐν τῷ τῶν νεκρῶν ἀριθμῷ, τοῦτο μὲν καὶ παρὰ τὰ γεγραμμένα
[29]
ἐν ταῖς τῶν ἀρχόντων ἐπιστολαῖς ἐψεύσατο:
ἐπὶ γὰρ Εὐρώπῳ τῶν μὲν πολεμίων ἀποθανεῖν μυριάδας
ἑπτὰ καὶ τριάκοντα καὶ ἓξ πρὸς τοῖς διακοσίοις, Ῥωμαίων
δὲ μόνους δύο, καὶ τραυματίας γενέσθαι ἐννέα.
[p. 13]
ταῦτα οὐκ οἶδα εἴ τις ἂν εὖ φρονῶν ἀνάσχοιτο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.