Hide browse bar
Your current position in the text is marked in blue. Click anywhere in the
line to jump to another position:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
πολλοὶ γάρ,
φημί,
οὐκ ἀγαπῶντες ὅτι αὐτοὶ μετέχουσι τῶν αὐτῶν ἡμῖν ξυνεδρίων καὶ εὐωχοῦνται ἐπ᾽ ἴσης,
καὶ ταῦτα θνητοὶ ἐξ ἡμισείας
ὄντες,
ἔτι καὶ τοὺς ὑπηρέτας καὶ θιασώτας τοὺς αὐτῶν ἀνήγαγον ἐς τὸν οὐρανὸν καὶ παρενέγραψαν,
καὶ νῦν ἐπ᾽ ἴσης διανομάς τε νέμονται καὶ θυσιῶν μετέχουσιν,
οὐδὲ καταβαλόντες ἡμῖν τὸ μετοίκιον.
Ζεύς
μηδὲν αἰνιγματῶδες,^ ὦ Μῶμε, ἀλλὰ σαφῶς καὶ διαρρήδην λέγε, προστιθεὶς καὶ τοὔνομα, νῦν γὰρ ἐς τὸ μέσον ἀπέρριπταί σοι ὁ λόγος,
[p. 422]
ὡς πολλοὺς εἰκάζειν καὶ ἐφαρμόζειν ἄλλοτε ἄλλον τοῖς λεγομένοις. χρὴ δὲ παρρησιαστὴν ὄντα μηδὲν ὀκνεῖν λέγειν.
Μῶμος