previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[19] σὺ τοῦτο, Ἀνάχαρσι, ταμιεύσῃ ἄμεινον, ἔνθα ἄν σοι δοκῇ μὴ πάνυ σαφὴς λόγος εἶναι πόρρω ποι ἀποπλανᾶσθαι εἰκῆ ῥέων ἐρήσῃ γὰρ μεταξὺ τι ἂν ἐθέλῃς καὶ διακόψεις αὐτοῦ τὸ μῆκος. ἢν μέντοι μὴ ἐξαγώνια μηδὲ πόρρω τοῦ σκοποῦ τὰ λεγόμενα , κωλύσει οὐδέν, οἶμαι, εἰ καὶ μακρὰ λέγοιτο, ἐπεὶ καὶ τῇ βουλῇ τῇ ἐξ [p. 28] Ἀρείου πάγου, ἥπερ τὰς φονικὰς ἡμῖν δίκας δικάζει, πάτριον οὕτω ποιεῖν. ὁπόταν γὰρ ἀνελθοῦσα εἰς τὸν πάγον συγκαθέζηται φόνου τραύματος ἐκ προνοίας πυρκαϊᾶς δικάσοντες, ἀποδίδοται λόγος ἑκατέρῳ τῶν κρινομένων καὶ λέγουσιν ἐν τῷ μέρει μὲν διώκων δὲ φεύγων, αὐτοὶ ῥήτορας ἀναβιβάζονται τοὺς ἐροῦντας ὑπὲρ αὐτῶν. οἱ δὲ ἔστ᾽ ἂν μὲν περὶ τοῦ πράγματος λέγωσιν, ἀνέχεται , βουλὴ καθ᾽ ἡσυχίαν ἀκούουσα: ἢν δέ τις φροίμιον εἴπῃ πρὸ τοῦ λόγου, ὡς εὐνουστέρους ἀπεργάσαιτο αὐτούς, οἶκτον δείνωσιν ἔξωθεν ἐπάγῃ ^ τῷ πράγματιοἷα πολλὰ ῥητόρων παῖδες ἐπὶ τοὺς δικαστὰς μηχανῶνταιπαρελθὼν κῆρυξ κατεσιώπησεν εὐθύς, οὐκ ἐῶν ληρεῖν πρὸς τὴν βουλὴν καὶ περιπέττειν τὸ πρᾶγμα ἐν τοῖς λόγοις, ὡς γυμνὰ τὰ γεγενημένα οἱ Ἀρεοπαγῖται βλέποιεν. ὥστε καὶ σέ, Ἀνάχαρσι, Ἀρεοπαγίτην ἐν τῷ παρόντι ποιοῦμαι ἔγωγε, καὶ κατὰ τὸν τῆς βουλῆς μου νόμον ἄκουε, καὶ σιωπᾶν κέλευε, ἢν αἴσθῃ καταρρητορευόμενος: ἄχρι δὲ ἂν οἰκεῖα τῷ πράγματι λέγηται, ἐξέστω ἀπομηκύνειν. οὐδὲ γὰρ ὑφ᾽ ἡλίῳ ἔτι ποιησόμεθα τὴν συνουσίαν, ὡς ἄχθεσθαι εἰ ἀποτείνοιτο ῥῆσις, ἀλλὰ τε σκιὰ πυκνὴ καὶ ἡμεῖς σχολὴν ἄγομεν.

Ἀνάχαρσις
εὐγνώμονά σου ταῦτα, Σόλων, καὶ ἔγωγε ἤδη χάριν οὐ μικρὰν οἶδά σοι καὶ ἐπὶ τούτοις, ὅτι πάρεργον τοῦ λόγου καὶ τὰ ἐν Ἀρείῳ πάγῳ [p. 30] γιγνόμενα ἐδιδάξω με, θαυμάσια ὡς ἀληθῶς καὶ ἀγαθῶν βουλευτῶν ἔργα πρὸς ἀλήθειαν οἰσόντων τὴν ψῆφον. ἐπὶ τούτοις οὖν ἤδη λέγε, καὶ Ἀρεοπαγίτης ἐγὼτοῦτο γὰρ ἔθου μεκατὰ σχῆμα τῆς βουλῆς ἀκούσομαί σου.

Σόλων

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: