Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[37]
ἐπειδὰν δέ ποτε διὰ μακροῦ τοῦ χρόνου Κρονίων ἢ Παναθηναίων ἐπιστάντων πέμπηταὶ τί σοι ἐφεστρίδιον ἄθλιον ἢ χιτώνιον ὑπόσαθρον,
ἐνταῦθα μάλιστα πολλὴν δεῖ καὶ μεγάλην
γενέσθαι τὴν πομπήν. καὶ ὁ μὲν πρῶτος εὐθὺς ἔτι σκεπτομένου παρακούσας τοῦ δεσπότου προδραμὼν καὶ προμηνύσας ἀπέρχεται μισθὸν οὐκ ὀλίγον τῆς ἀγγελίας προλαβών. ἕωθεν δὲ τρισκαίδεκα ἥκουσιν κομίζοντες, ἕκαστος ὡς πολλὰ
εἶπε καὶ ὡς ὑπέμνησε καὶ ὡς ἐπιτραπεὶς τὸ κάλλιον ἐπελέξατο διεξιών. ἅπαντες δ᾽ οὖν
ἀπαλλάττονται λαβόντες, ἔτι καὶ βρενθυόμενοι ὅτι μὴ πλείω ἔδωκας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.