Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[16]
αὐτοῦ ἔδει ἐκεῖνο τὸ πυξίον. τίνα γὰρ ἐλπίδα
καὶ αὐτὸς ἔχων εἰς ^ τὰ βιβλία καὶ ἀνατυλίττεις ἀεὶ καὶ διακολλᾷς καὶ περικόπτεις καὶ ἀλείφεις
τῷ κρόκῳ καὶ τῇ κέδρῳ καὶ διφθέρας περιβάλλεις καὶ ὀμφαλοὺς ἐντίθης, ὡς δή τι ἀπολαύσων
αὐτῶν ; πάνυ γοῦν ἤδη βελτίων γεγένησαι διὰ τὴν ὠνήν, ὃς τοιαῦτα μὲν φθέγγῃ — μᾶλλον δὲ τῶν ἰχθύων ἀφωνότερος εἶ — βιοῖς δὲ ὡς οὐδ᾽ εἰπεῖν καλόν, μῖσος δὲ ἄγριον, φασί, παρὰ πάντων ἔχεις ἐπὶ τῇ βδελυρίᾳ: ὡς εἰ τοιούτους ἀπειργάζετο τὰ βιβλία, φυγῇ φευκτέον ἂν ἦν ὅτι πορρωτάτω
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.