Χάρων
τί ἄρα ὁ Σόλων ἐρεῖ;
[p. 416]
Ἑρμῆς
θάρρει: οὐδὲν ἀγεννές, ὦ Χάρων.
Σόλων
ὦ
Κροῖσε, ὀλίγοι μὲν οἱ εὐδαίμονες: ἐγὼ δὲ
ὧν οἶδα Κλέοβιν καὶ Βίτωνα ἡγοῦμαι εὐδαιμονεστάτους γενέσθαι, τοὺς τῆς ἱερείας παῖδας
τῆς Ἀργόθεν, τοὺς ἅμα πρῴην ἀποθανόντας, ἐπεὶ τὴν μητέρα ὑποδύντες εἵλκυσαν ἐπὶ τῆς ἀπήνης ἄχρι πρὸς τὸ ἱερόν.
Κροῖσος
ἔστω: ἐχέτωσαν ἐκεῖνοι τὰ πρῶτα τῆς
εὐδαιμονίας. ὁ δεύτερος δὲ τίς ἂν εἴη;
Σόλων
Τέλλος ὁ Ἀθηναῖος, ὃς εὖ τ᾽ ἐβίω καὶ ἀπέθανεν ὑπὲρ τῆς πατρίδος.
Κροῖσος
ἐγὼ δέ, ὦ κάθαρμα, οὔ σοι δοκῶ εὐδαίμων
εἶναι;
Σόλων
οὐδέπω οἶδα, ὦ Κροῖσε, ἢν μὴ πρὸς τὸ τέλος
ἀφίκῃ τοῦ βίου: ὁ γὰρ θάνατος ἀκριβὴς ἔλεγχος τῶν τοιούτων καὶ τὸ ἄχρι πρὸς τὸ τέρμα εὐδαιμόνως διαβιῶναι.
Χάρων
κάλλιστα, ὦ Σόλων, ὅτι ἡμῶν οὐκ ἐπιλέλησαι,
ἀλλὰ παρὰ τὸ πορθμεῖον αὐτὸ ἀξιοῖς γίγνεσθαι