Ζεύς
τί τοῦτό ἐστιν, ὦ Κυνίσκε; οὐ γὰρ ἀτυχήσεις, καὶ μάλιστα μετρίων, ὡς φής, δεόμενος.
Κυνίσκος
ἀπόκριναί μοι πρός τινα οὐ χαλεπὴν ἐρώτησιν.
Ζεύς
μικρά γε ὡς ἀληθῶς ἡ εὐχὴ καὶ πρόχειρος:
ὥστε ἐρώτα ὁπόσα ἂν ἐθέλῃς.
Κυνίσκος
ἰδοὺ ταῦτα, ὦ Ζεῦ: ἀνέγνως γὰρ δῆλον ὅτι καὶ
σὺ τὰ Ὁμήρου καὶ Ἡσιόδου ποιήματα: εἰπὲ οὖν μοι εἰ ἀληθῆ ἐστιν ἃ περὶ τῆς Εἱμαρμένης καὶ τῶν Μοιρῶν ἐκεῖνοι ἐρραψῳδήκασιν, ἄφυκτα
εἶναι ὁπόσα ἂν αὗται ἐπινήσωσιν γεινομένῳ ἑκάστῳ;
[p. 62]
Ζεύς
καὶ πάνυ ἀληθῆ ταῦτα: οὐδὲν γάρ ἐστιν ὅ τι
μὴ αἱ Μοῖραι διατάττουσιν, ἀλλὰ πάντα ὁπόσα γίνεται, ὑπὸ τῷ τούτων ἀτράκτῳ στρεφόμενα
εὐθὺς ἐξ ἀρχῆς ἕκαστον ἐπικεκλωσμένην ἔχει τὴν ἀπόβασιν, καὶ οὐ θέμις ἄλλως γενέσθαι.