This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ὡς εἴθε καὶ τῶν ἄλλων ἀνεκόπησαν τότε αἱ τόλμαι εὐθὺς ἀρξαμένων παρανομεῖν, καὶ οὐκ ἂν ἐπολέμει μέχρι νῦν τὸ Λάμβδα τῷ Ῥῶ διαμφισβητοῦν περὶ τῆς κισήρεως καὶ κεφαλαργίας, οὔτε τὸ Γάμμα τῷ Κάππα διηγωνίζετο καὶ ἐς χεῖρας μικροῦ δεῖν ἤρχετο πολλάκις ἐν τῷ γναφείῳ ὑπὲρ γναφάλλων, ἐπέπαυτο δ᾽ ἂν καὶ πρὸς τὸ Λάμβδα μαχόμενον,
τὸ μόγις ἀφαιρούμενον αὐτοῦ καὶ
μάλιστα παρακλέπτον, καὶ τὰ λοιπὰ δ᾽ ἂν ἠρέμει συγχύσεως ἄρχεσθαι παρανόμου: καλὸν γὰρ ἕκαστον μένειν
[p. 400]
ἐφ᾽ ἧς τετύχηκε: τάξεως: τὸ δὲ ὑπερβαίνειν ἐς ἃ
μὴ χρὴ λύοντός ἐστι τὸ δίκαιον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.