This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
λουσαμένῳ δὲ ἔνεστί σοι μὴ τὴν διὰ τῶν αὐτῶν οἴκων αὖθις ἐπανιέναι, ἀλλὰ ταχεῖαν τὴν ἐπὶ τὸ ψυχρὸν δι᾽ ἠρέμα θερμοῦ οἰκήματος, καὶ ταῦτα πάντα ὑπὸ φωτὶ μεγάλῳ καὶ πολλῇ τῇ ἔνδον ἡμέρᾳ. ὕψη πρὸς τούτοις
[p. 42] ἀνάλογα καὶ πλάτη τοῖς μήκεσι σύμμετρα καὶ πανταχοῦ πολλὴ χάρις καὶ Ἀφροδίτη ἐπανθεῖ: κατὰ γὰρ τὸν καλὸν Πίνδαρον, ἀρχομένου ἔργου
πρόσωπον χρὴ θέμεν τηλαυγές. τοῦτο δ᾽ ἂν εἴη ἐκ τῆς αὐγῆς μάλιστα καὶ τοῦ φέγγους καὶ τῶν φωταγωγῶν μεμηχανημένον. ὁ γὰρ σοφὸς
ὡς ἀληθῶς Ἱππίας τὸν μὲν ψυχροδόχον οἶκον εἰς βορρᾶν
προσκεχωρηκότα ἐποίησεν, οὐκ ἄμοιρον οὐδὲ
τοῦ μεσημβρινοῦ ἀέρος: τοὺς δὲ πολλοῦ τοῦ θάλπους δεομένους νότῳ καὶ εὔρῳ καὶ ζεφύρῳ ὑπέθηκε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.