ἐπεὶ δὲ περὶ Κρήτης ἱκανῶς διήλθομεν, περὶ τῆς Λέσβου νῦν λέγειν ἐπιχειρήσομεν. ταύτην γὰρ τὴν νῆσον τὸ παλαιὸν ᾤκησε πλείω γένη, πολλῶν μεταναστάσεων ἐν αὐτῇ γενομένων. ἐρήμου γὰρ οὔσης αὐτῆς πρώτους Πελασγοὺς κατασχεῖν αὐτὴν τοιῷδέ τινι τρόπῳ. [2] Ξάνθος ὁ Τριόπου τῶν ἐξ Ἄργους Πελασγῶν βασιλεύων, καὶ κατασχὼν μέρος τι τῆς Λυκίας χώρας, τὸ μὲν πρῶτον ἐν αὐτῇ κατοικῶν ἐβασίλευε τῶν συνακολουθησάντων Πελασγῶν, ὕστερον δὲ περαιωθεὶς εἰς τὴν Λέσβον οὖσαν ἔρημον τὴν μὲν χώραν τοῖς λαοῖς ἐμέρισε, τὴν δὲ νῆσον ἀπὸ τῶν κατοικούντων αὐτὴν Πελασγίαν ὠνόμασε, τὸ πρὸ τοῦ καλουμένην Ἴσσαν. [3] ὕστερον δὲ γενεαῖς ἑπτὰ γενομένου τοῦ κατὰ Δευκαλίωνα κατακλυσμοῦ καὶ πολλῶν ἀνθρώπων ἀπολομένων, συνέβη καὶ τὴν Λέσβον διὰ τὴν ἐπομβρίαν ἐρημωθῆναι. μετὰ δὲ ταῦτα Μακαρεὺς εἰς αὐτὴν ἀφικόμενος, καὶ τὸ κάλλος τῆς χώρας κατανοήσας, κατῴκησεν αὐτήν. [4] ἦν δ᾽ ὁ Μακαρεὺς υἱὸς μὲν Κρινάκου τοῦ Διός, ὥς φησιν Ἡσίοδος καὶ ἄλλοι τινὲς τῶν ποιητῶν, κατοικῶν δ᾽ ἐν Ὠλένῳ τῆς τότε μὲν Ἰάδος, νῦν δ᾽ Ἀχαΐας καλουμένης. εἶχε δὲ λαοὺς ἠθροισμένους, τοὺς μὲν Ἴωνας, τοὺς δ᾽ ἐξ ἄλλων ἐθνῶν παντοδαπῶν συνερρυηκότας. [5] καὶ τὸ μὲν πρῶτον τὴν Λέσβον κατῴκησε, μετὰ δὲ ταῦτα ἀεὶ μᾶλλον [p. 116] αὐξόμενος διά τε τὴν ἀρετὴν τῆς νήσου καὶ τὴν ἰδίαν ἐπιείκειάν τε καὶ δικαιοσύνην τὰς σύνεγγυς νήσους κατεκτᾶτο, καὶ διεμέριζε τὴν χώραν ἔρημον οὖσαν. [6] κατὰ δὲ τούτους τοὺς χρόνους Λέσβος ὁ Λαπίθου τοῦ Αἰόλου τοῦ Ἱππότου κατά τι πυθόχρηστον μετ᾽ οἰκητόρων πλεύσας εἰς τὴν προειρημένην νῆσον, καὶ γήμας τὴν θυγατέρα τοῦ Μακαρέως Μήθυμναν, κοινῇ κατῴκησε, γενόμενος δ᾽ ἐπιφανὴς ἀνὴρ τήν τε νῆσον Λέσβον ὠνόμασεν ἀφ᾽ ἑαυτοῦ καὶ τοὺς λαοὺς Λεσβίους προσηγόρευσε. [7] Μακαρεῖ δὲ θυγατέρες ἐγένοντο σὺν ἄλλαις Μυτιλήνη καὶ Μήθυμνα, ἀφ᾽ ὧν αἱ πόλεις ἔσχον τὴν προσηγορίαν. ὁ δὲ Μακαρεὺς ἐπιβαλλόμενος τὰς σύνεγγυς νήσους ἰδίας κατασκευάζειν ἐξέπεμψεν ἀποικίαν εἰς πρώτην τὴν Χίον, ἑνὶ τῶν ἑαυτοῦ παίδων παραδοὺς τὴν ἡγεμονίαν: [8] μετὰ δὲ ταῦτα εἰς τὴν Σάμον ἕτερον ἐξέπεμψε τὸν ὀνομαζόμενον Κυδρόλαον, ὃς ἐν ταύτῃ κατοικήσας καὶ τὴν νῆσον κατακληρουχήσας ἐβασίλευεν αὐτῆς: τρίτην δὲ τὴν Κῶ κατοικίσας ἀπέδειξεν αὐτῆς βασιλέα Νέανδρον: ἑξῆς δ᾽ εἰς τὴν Ῥόδον Λεύκιππον ἐξέπεμψε μετὰ συχνῶν οἰκητόρων, οὓς οἱ τὴν Ῥόδον κατοικοῦντες διὰ τὴν σπάνιν τῶν ἀνδρῶν ἄσμενοι προσεδέξαντο καὶ κοινῇ τὴν νῆσον ᾤκησαν.