previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


περὶ δὲ τῆς τοῦ Διὸς γενέσεώς τε καὶ βασιλείας διαφωνεῖται: καί τινες μέν φασιν αὐτὸν μετὰ τὴν ἐξ ἀνθρώπων τοῦ Κρόνου μετάστασιν εἰς θεοὺς διαδέξασθαι τὴν βασιλείαν, οὐ βίᾳ κατισχύσαντα τὸν πατέρα, νομίμως δὲ καὶ δικαίως ἀξιωθέντα ταύτης τῆς τιμῆς: τινὲς δὲ μυθολογοῦσι τῷ Κρόνῳ γενέσθαι λόγιον περὶ τῆς τοῦ Διὸς γενέσεως, ὅτι παραιρήσεται τὴν βασιλείαν αὐτοῦ βιαίως γεννηθεὶς παῖς. [2] διόπερ τὸν μὲν Κρόνον τὰ γεννώμενα παιδία πλεονάκις ἀφανίζειν, τὴν δὲ Ῥέαν ἀγανακτήσασαν, καὶ μὴ δυναμένην μεταθεῖναι τὴν προαίρεσιν τἀνδρός, τὸν Δία τεκοῦσαν ἐν τῇ προσαγορευομένῃ Ἴδῃ κλέψαι καὶ δοῦναι λάθρᾳ τοῖς Κούρησιν ἐκθρέψαι τοῖς κατοικοῦσι πλησίον ὄρους τῆς Ἴδης. τούτους δ ἀπενέγκαντας εἴς τι ἄντρον παραδοῦναι ταῖς Νύμφαις, παρακελευσαμένους τὴν πᾶσαν ἐπιμέλειαν αὐτοῦ ποιεῖσθαι. [3] αὗται δὲ μέλι καὶ γάλα μίσγουσαι τὸ παιδίον ἔθρεψαν καὶ τῆς αἰγὸς τῆς ὀνομαζομένης Ἀμαλθείας τὸν μαστὸν εἰς διατροφὴν παρείχοντο. σημεῖα δὲ πολλὰ μέχρι τοῦ νῦν διαμένειν τῆς γενέσεως καὶ διατροφῆς τοῦ θεοῦ τούτου [p. 99] κατὰ τὴν νῆσον. [4] φερομένου μὲν γὰρ ὑπὸ τῶν Κουρήτων αὐτοῦ νηπίου φασὶν ἀποπεσεῖν τὸν ὀμφαλὸν περὶ τὸν ποταμὸν τὸν καλούμενον Τρίτωνα, καὶ τὸ χωρίον τε τοῦτο καθιερωθὲν ἀπὸ τοῦ τότε συμβάντος Ὀμφαλὸν προσαγορευθῆναι καὶ τὸ περικείμενον πεδίον ὁμοίως Ὀμφάλειον. κατὰ δὲ τὴν Ἴδην, ἐν συνέβη τραφῆναι τὸν θεόν, τό τε ἄντρον ἐν τὴν δίαιταν εἶχε καθιέρωται καὶ οἱ περὶ αὐτὸ λειμῶνες ὁμοίως ἀνεῖνται περὶ τὴν ἀκρώρειαν ὄντες. [5] τὸ δὲ πάντων παραδοξότατον καὶ μυθολογούμενον περὶ τῶν μελιττῶν οὐκ ἄξιον παραλιπεῖν: τὸν γὰρ θεόν φασιν ἀθάνατον μνήμην τῆς πρὸς αὐτὰς οἰκειότητος διαφυλάξαι βουλόμενον ἀλλάξαι μὲν τὴν χρόαν αὐτῶν καὶ ποιῆσαι χαλκῷ χρυσοειδεῖ παραπλησίαν, τοῦ τόπου δ᾽ ὄντος ὑψηλοῦ καθ᾽ ὑπερβολήν, καὶ πνευμάτων τε μεγάλων ἐν αὐτῷ γινομένων καὶ χιόνος πολλῆς πιπτούσης, ἀνεπαισθήτους αὐτὰς καὶ ἀπαθεῖς ποιῆσαι, δυσχειμερωτάτους τόπους νεμομένας. [6] τῇ θρεψάσῃ δ᾽ αἰγὶ τιμάς τέ τινας ἄλλας ἀπονεῖμαι καὶ τὴν ἐπωνυμίαν ἀπ᾽ αὐτῆς λαβεῖν, αἰγίοχον ἐπονομασθέντα. ἀνδρωθέντα δ᾽ αὐτόν φασι πρῶτον πόλιν κτίσαι περὶ τὴν Δίκταν, ὅπου καὶ τὴν γένεσιν αὐτοῦ γενέσθαι μυθολογοῦσιν: ἧς ἐκλειφθείσης ἐν τοῖς ὕστερον χρόνοις διαμένειν ἔτι καὶ νῦν ἕρματα τῶν θεμελίων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (8 total)
  • Cross-references to this page (7):
    • Dictionary of Greek and Roman Geography (1854), CRETA or CRETE
    • Dictionary of Greek and Roman Geography (1854), DICTE
    • Dictionary of Greek and Roman Geography (1854), IDA
    • Dictionary of Greek and Roman Geography (1854), OMPHA´LIUM
    • Dictionary of Greek and Roman Geography (1854), RHAUCUS
    • Smith's Bio, Rhea
    • Smith's Bio, Zeus
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: