previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


περὶ δὲ τῆς κατὰ τὴν Κόρην ἁρπαγῆς, ὅτι γέγονεν ὡς προειρήκαμεν, πολλοὶ τῶν ἀρχαίων συγγραφέων καὶ ποιητῶν μεμαρτυρήκασι. καρκίνος μὲν γὰρ τῶν τραγῳδιῶν ποιητής, πλεονάκις ἐν ταῖς Συρακούσαις παρεπιδεδημηκὼς καὶ τὴν τῶν ἐγχωρίων τεθεαμένος σπουδὴν περὶ τὰς θυσίας καὶ πανηγύρεις τῆς τε Δήμητρος καὶ Κόρης, κατεχώρισεν ἐν τοῖς ποιήμασι τούσδε τοὺς στίχους: [p. 10]

λέγουσι Δήμητρός ποτ᾽ ἄρρητον κόρην
Πλούτωνα κρυφίοις ἁρπάσαι βουλεύμασι,
δῦναί τε γαίας εἰς μελαμφαεῖς μυχούς,
πόθῳ δὲ μητέρ᾽ ἠφανισμένης κόρης
μαστῆρ᾽ ἐπελθεῖν πᾶσαν ἐν κύκλῳ χθόνα.
καὶ τὴν μὲν Αἰτναίοισι Σικελίαν πάγοις
πυρὸς γέμουσαν ῥεύμασιν δυσεμβόλοις
πᾶσαν στενάξαι, πένθεσιν δὲ παρθένου
σίτων ἄμοιρον διοτρεφὲς φθίνειν γένος.
ὅθεν θεὰς τιμῶσιν εἰς τὰ νῦν ἔτι.
[2] οὐκ ἄξιον δὲ παραλιπεῖν τῆς θεοῦ ταύτης τὴν ὑπερβολὴν τῆς εἰς τοὺς ἀνθρώπους εὐεργεσίας: χωρὶς γὰρ τῆς εὑρέσεως τοῦ σίτου τήν τε κατεργασίαν αὐτοῦ τοὺς ἀνθρώπους ἐδίδαξε καὶ νόμους εἰσηγήσατο καθ᾽ οὓς δικαιοπραγεῖν εἰθίσθησαν, δι᾽ ἣν αἰτίαν φασὶν αὐτὴν θεσμοφόρον ἐπονομασθῆναι. [3] τούτων δὲ τῶν εὑρημάτων οὐκ ἄν τις ἑτέραν εὐεργεσίαν εὕροι μείζονα: καὶ γὰρ τὸ ζῆν καὶ τὸ καλῶς ζῆν περιέχουσι. περὶ μὲν οὖν τῶν μυθολογουμένων παρὰ τοῖς Σικελιώταις ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: