previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τῆς δὲ χώρας μὲν ὅμορος τῇ Κυρήνῃ γεώδης ἐστὶ καὶ πολλοὺς φέρουσα καρπούς: οὐ μόνον γὰρ ὑπάρχει σιτοφόρος, ἀλλὰ καὶ πολλὴν ἄμπελον, ἔτι δ᾽ ἐλαίαν ἔχει καὶ τὴν ἀγρίαν ὕλην καὶ ποταμοὺς εὐχρηστίαν παρεχομένους: δ᾽ ὑπὲρ τὸ νότιον μέρος ὑπερτείνουσα, καθ᾽ ἣν τὸ νίτρον φύεσθαι συμβέβηκεν, ἄσπορος οὖσα καὶ σπανίζουσα ναματιαίων ὑδάτων, τὴν πρόσοψιν ἔχει πελάγει παρεμφερῆ: οὐδεμίαν δὲ παρεχομένη ποικιλίαν κατὰ τὴν ἰδέαν ἐρήμῳ γῇ περιέχεται, τῆς ὑπερκειμένης ἐρήμου δυσέξιτον ἐχούσης τὸ πέρας. [2] διόπερ οὐδ᾽ ὄρνεον ἰδεῖν ἔστιν, οὐ τετράπουν ἐν αὐτῇ ζῷον πλὴν δορκάδος καὶ βοός, οὐ μὴν οὔτε φυτὸν οὔτ᾽ ἄλλο τῶν δυναμένων ψυχαγωγῆσαι τὴν ὅρασιν, ὡς ἂν τῆς εἰς μεσόγειον ἀνηκούσης γῆς ἐχούσης ἐπὶ τὸ μῆκος ἀθρόους θῖνας. ἐφ᾽ ὅσον δὲ σπανίζει τῶν πρὸς ἥμερον βίον ἀνηκόντων, ἐπὶ τοσοῦτο πλήθει παντοίων ταῖς ἰδέαις καὶ τοῖς μεγέθεσιν ὄφεων, μάλιστα δὲ τῶν τοιούτων οὓς προσαγορεύουσι κεράστας, οἳ τὰ μὲν δήγματα θανατηφόρα ποιοῦνται, τὴν δὲ χρόαν ἅμμῳ παραπλησίαν ἔχουσι: [3] διόπερ ἐξωμοιωμένων αὐτῶν κατὰ τὴν πρόσοψιν τοῖς ὑποκειμένοις ἐδάφεσιν [p. 345] ὀλίγοι μὲν ἐπιγινώσκουσιν, οἱ πολλοὶ δ᾽ ἀγνοοῦντες πατοῦσι καὶ κινδύνοις περιπίπτουσιν ἀπροσδοκήτοις. λέγεται δὲ τούτους τὸ παλαιὸν ἐπελθόντας ποτὲ πολλὴν τῆς Αἰγύπτου ποιῆσαι τὴν ὑποκειμένην χώραν ἀοίκητον. [4] γίνεται δέ τι θαυμάσιον περί τε ταύτην τὴν χώραν καὶ τὴν χέρσον καὶ τὴν ἐπέκεινα τῆς Σύρτεως Λιβύην. περὶ γάρ τινας καιροὺς καὶ μάλιστα κατὰ τὰς νηνεμίας συστάσεις ὁρῶνται κατὰ τὸν ἀέρα παντοίων ζῴων ἰδέας ἐμφαίνουσαι: τούτων δ᾽ αἱ μὲν ἠρεμοῦσιν, αἱ δὲ κίνησιν λαμβάνουσι, καὶ ποτὲ μὲν ὑποφεύγουσι, ποτὲ δὲ διώκουσι, πᾶσαι δὲ τὸ μέγεθος ἄπλατον ἔχουσαι θαυμαστὴν κατάπληξιν καὶ ταραχὴν παρασκευάζουσι τοῖς ἀπείροις. [5] αἱ γὰρ ἐπιδιώκουσαι τοὺς ἀνθρώπους ἐπειδὰν καταλάβωσι, περιχέονται τοῖς σώμασι ψυχραὶ καὶ παλμώδεις, ὥστε τοὺς μὲν ξένους ἀσυνήθεις ὄντας διὰ τὸ δέος ἐκπεπλῆχθαι, τοὺς δ᾽ ἐγχωρίους πολλάκις συγκεκυρηκότας τοῖς τοιούτοις καταφρονεῖν τοῦ συμβαίνοντος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: