previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τοσαύτη γὰρ παραλλαγὴ τῶν παρ᾽ ἡμῖν ἀέρων πρὸς τοὺς ἱστορημένους ὥστε τὴν κατὰ μέρος διαφορὰν ἄπιστον εἶναι. [2] ὅπου μὲν γὰρ διὰ τὴν ὑπερβολὴν τοῦ ψύχους πήγνυνται μὲν οἱ μέγιστοι ποταμοί, στέγοντος τοῦ κρυστάλλου διαβάσεις στρατοπέδων καὶ ἁμαξῶν καταγόμων ἐφόδους, πήγνυται δὲ οἶνος καὶ τὰ λοιπὰ τῶν χυμῶν ὥστε μαχαίραις ἀποτέμνεσθαι, καὶ τὰ τούτων θαυμασιώτερα, τὰ μὲν ἀκρωτήρια τῶν ἀνθρώπων τῆς ἐσθῆτος παρατριβούσης περιρρεῖ, τὰ δὲ ὄμματα ἀμαυροῦται, τὸ δὲ πῦρ ἀλεωρὰν οὐ ποιεῖ, καὶ χαλκοῖ μὲν ἀνδριάντες ῥήγνυνται, κατὰ δέ τινας καιροὺς διὰ τὴν πυκνότητα τῶν νεφῶν οὔτε ἀστραπὴν οὔτε βροντὴν γίνεσθαι περὶ τοὺς τόπους φασί: πολλὰ δὲ καὶ ἄλλα τούτων παραδοξότερα συντελεῖται, τοῖς μὲν ἀγνοοῦσιν ἄπιστα, [3] τοῖς δὲ πεῖραν εἰληφόσιν ἀνυπομόνητα. περὶ δὲ τὰς ἐσχατιὰς τῆς Αἰγύπτου καὶ Τρωγλοδυτικῆς διὰ τὴν ὑπερβολὴν τῆς ἀφ᾽ ἡλίου θερμασίας κατὰ τὸν τῆς μεσημβρίας καιρὸν οὐδὲ συνορᾶν ἀλλήλους οἱ παρεστῶτες δύνανται διὰ τὴν παχύτητα τῆς περὶ τὸν ἀέρα πυκνώσεως, χωρὶς δὲ ὑποδέσεως πάντες ἀδυνατοῦσι βαδίζειν, ὡς ἂν τοῖς ἀνυποδήτοις παραχρῆμα φλυκτίδων γινομένων. [4] κατὰ δὲ τὸ ποτόν, ἐὰν μὴ τὴν ἔνδειαν ἑτοίμως ἀφαιρῆται, ταχέως τελευτῶσιν, ὡς ἂν τῆς θερμασίας τὴν τῶν ὑγρῶν ἐν τῷ σώματι φύσιν ὀξέως ἀναλισκούσης. πρὸς δὲ τούτοις, ὅταν τις εἰς χαλκοῦν ἀγγεῖον ἐμβαλὼν τῶν [p. 313] ἐδωδίμων ὁδηποτοῦν μεθ᾽ ὕδατος εἰς τὸν ἥλιον θῇ, ταχέως ἕψεται χωρὶς πυρὸς καὶ ξύλων. [5] ἀλλ᾽ ὅμως οἱ κατοικοῦντες ἀμφοτέρας τὰς εἰρημένας χώρας οὐχ οἷον φεύγειν βούλονται τὴν ὑπερβολὴν τῶν συμβαινόντων αὐτοῖς κακῶν, ἀλλὰ καὶ τοὐναντίον ἑκουσίως προΐενται τὸ ζῆν ἕνεκα τοῦ μὴ βιασθῆναι διαίτης ἑτέρας καὶ βίου πειραθῆναι. [6] οὕτως αὐτοφυὲς ἔχει τι φίλτρον πᾶσα συνήθης χώρα, καὶ περιγίνεται τῆς ἐκ τῶν ἀέρων κακοπαθείας χρόνος τὴν ἐκ νηπίου παραλαβὼν ἡλικίαν. [7] τὰς δὲ τηλικαύτας ἐπ᾽ ἀμφότερα διαφορὰς οὐ πολὺ διορίζει τόπου διάστημα. ἀπὸ γὰρ τῆς Μαιώτιδος λίμνης, προσοικοῦσί τινες τῶν Σκυθῶν ἐν πάγει καὶ ψύχεσιν ὑπερβάλλουσι καθιδρυμένοι, πολλοὶ τῶν πλοϊζομένων οὐριοδρομούσαις ναυσὶ φορτίσιν εἰς μὲν Ῥόδον δεκαταῖοι καταπεπλεύκασιν, ἐξ ἧς εἰς Ἀλεξάνδρειαν τεταρταῖοι καταντῶσιν, ἐκ δὲ ταύτης κατὰ τὸν Νεῖλον πλέοντες πολλοὶ δεκαταῖοι κατηντήκασιν εἰς Αἰθιοπίαν, ὥστε ἀπὸ τῶν κατεψυγμένων μερῶν τῆς οἰκουμένης ἐπὶ τὰ θερμότατα μέρη μὴ πλέον εἴκοσι καὶ τεττάρων ἡμερῶν εἶναι τὸν πλοῦν τοῖς κατὰ τὸ συνεχὲς κομιζομένοις. [8] διόπερ τῆς διαφορᾶς τῆς τῶν ἀέρων ἐν ὀλίγῳ διαστήματι μεγάλης οὔσης οὐδὲν παράδοξον καὶ τὴν δίαιταν καὶ τοὺς βίους, ἔτι δὲ τὰ σώματα πολὺ διαλλάττειν τῶν παρ᾽ ἡμῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: