τούτων δὲ ὀλίγαις ἡμέραις κατευτυχηθέντων ὁ μὲν [p. 241] Δημήτριος κατασκάψας τὴν Μουνυχίαν ὁλόκληρον τῷ δήμῳ τὴν ἐλευθερίαν ἀποκατέστησεν καὶ φιλίαν καὶ συμμαχίαν πρὸς αὐτοὺς συνέθετο, [2] οἱ δὲ Ἀθηναῖοι γράψαντος ψήφισμα Στρατοκλέους ἐψηφίσαντο χρυσᾶς μὲν εἰκόνας ἐφ᾽ ἅρματος στῆσαι τοῦ τε Ἀντιγόνου καὶ Δημητρίου πλησίον Ἁρμοδίου καὶ Ἀριστογείτονος, στεφανῶσαι δὲ ἀμφοτέρους ἀπὸ ταλάντων διακοσίων καὶ βωμὸν ἱδρυσαμένους προσαγορεῦσαι Σωτήρων, πρὸς δὲ τὰς δέκα φυλὰς προσθεῖναι δύο, Δημητριάδα καὶ Ἀντιγονίδα, καὶ συντελεῖν αὐτοῖς κατ᾽ ἐνιαυτὸν ἀγῶνας καὶ πομπὴν καὶ θυσίαν, ἐνυφαινόντων αὐτοὺς εἰς τὸν τῆς Ἀθηνᾶς πέπλον κατ᾽ ἐνιαυτόν. [3] ὁ μὲν οὖν δῆμος ἐν τῷ Λαμιακῷ πολέμῳ καταλυθεὶς ὑπ᾽ Ἀντιπάτρου μετ᾽ ἔτη πεντεκαίδεκα παραδόξως ἐκομίσατο τὴν πάτριον πολιτείαν: ὁ δὲ Δημήτριος, φρουρουμένης τῆς Μεγαρέων πόλεως, ἐκπολιορκήσας αὐτὴν ἀπέδωκεν τὴν αὐτονομίαν τῷ δήμῳ καὶ τιμῶν ἀξιολόγων ἔτυχεν ὑπὸ τῶν εὖ παθόντων. [4] Ἀντίγονος δέ, παραγενομένων πρὸς αὐτὸν Ἀθήνηθεν πρεσβευτῶν καὶ τό τε περὶ τῶν τιμῶν ἀναδόντων ψήφισμα καὶ περὶ σίτου καὶ ξύλων εἰς ναυπηγίαν διαλεχθέντων, ἔδωκεν αὐτοῖς πυροῦ μὲν μεδίμνων πεντεκαίδεκα μυριάδας, ὕλην δὲ τὴν ἱκανὴν ναυσὶν ἑκατόν: ἐξ Ἴμβρου δὲ τὴν φρουρὰν ἐξαγαγὼν ἀπέδωκεν αὐτοῖς τὴν πόλιν. [5] πρὸς δὲ τὸν υἱὸν Δημήτριον ἔγραψε κελεύων τῶν μὲν συμμαχίδων πόλεων συνέδρους συστήσασθαι τοὺς βουλευσομένους κοινῇ περὶ τῶν τῇ Ἑλλάδι συμφερόντων, [p. 242] αὐτὸν δὲ μετὰ τῆς δυνάμεως εἰς Κύπρον πλεῦσαι καὶ διαπολεμῆσαι τὴν ταχίστην πρὸς τοὺς Πτολεμαίου στρατηγούς. [6] οὗτος μὲν οὖν συντόμως πάντα πράξας κατὰ τὰς ἐντολὰς τοῦ πατρὸς καὶ κομισθεὶς ἐπὶ Καρίας παρεκάλει τοὺς Ῥοδίους πρὸς τὸν κατὰ Πτολεμαίου πόλεμον. οὐ προσεχόντων δ᾽ αὐτῶν, ἀλλὰ κοινὴν εἰρήνην αἱρουμένων ἄγειν πρὸς ἅπαντας ταύτην ἀρχὴν συνέβη γενέσθαι τῷ δήμῳ τῆς πρὸς Ἀντίγονον ἀλλοτριότητος.