previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


εὐθὺς οὖν παραγγείλας τοῖς περὶ αὐτὸν ἀναζευγνύειν προῆγεν ἐκ Καππαδοκίας, ἔχων ἱππεῖς μὲν περὶ πεντακοσίους, πεζοὺς δὲ πλείους τῶν δισχιλίων: οὐ γὰρ ἔσχεν ἀναστροφὴν προσδέξασθαι τοὺς ἀφυστεροῦντας τῶν ἐπηγγελμένων συστρατεύσεσθαι διὰ τὸ προσάγειν παρ᾽ Ἀντιγόνου δύναμιν ἀξιόλογον καὶ στρατηγοὺς τοὺς περὶ Μένανδρον, κωλύσοντας αὐτὸν ἐνδιατρίβειν τῇ Καππαδοκίᾳ, πολέμιον γενόμενον τοῖς περὶ Ἀντίγονον. [2] ἀλλὰ γὰρ δύναμις αὕτη τρισὶν ὕστερον ἡμέραις παραγενομένη καὶ τῶν καιρῶν ὑστεροῦσα ἐπεβάλετο μὲν διώκειν τοὺς μετ᾽ Εὐμενοῦς προάγοντας, οὐ δυναμένη δὲ καταλαβεῖν ἐπανῆλθεν εἰς Καππαδοκίαν. [3] δ᾽ Εὐμενὴς συντόνους τὰς ὁδοιπορίας ποιησάμενος καὶ ταχὺ τὸν Ταῦρον ὑπερβαλὼν ἧκεν εἰς τὴν Κιλικίαν. οἱ δὲ τῶν ἀργυρασπίδων ἡγεμόνες Ἀντιγένης καὶ Τεύταμος, πειθαρχοῦντες ταῖς παρὰ τῶν βασιλέων ἐπιστολαῖς, ἀπάντησιν [p. 404] ἐποιήσαντο τῷ Εὐμενεῖ μετὰ τῶν φίλων ἐκ πολλοῦ διαστήματος. ἀσπασάμενοι δὲ φιλοφρόνως καὶ συγχαρέντες ἐπὶ τῷ διασεσῶσθαι παραδόξως αὐτὸν ἐκ τῶν μεγίστων κινδύνων ἐπηγγέλλοντο πάντα συμπράξειν αὐτῷ προθύμως: οἵ τε ἀργυράσπιδες Μακεδόνες, ὄντες περὶ τρισχιλίους, ὁμοίως ἀπήντησαν μετὰ φιλοφροσύνης τε καὶ ὁρμῆς. [4] πάντες δ᾽ ἐθαύμαζον τὸ τῆς τύχης εὐμετάβολον καὶ παράδοξον, ὁρῶντες τούς τε βασιλεῖς καὶ τοὺς Μακεδόνας ὀλίγῳ μὲν χρόνῳ πρότερον κατεγνωκότας Εὐμενοῦς καὶ τῶν φίλων αὐτοῦ θάνατον, τότε δὲ ἐπιλαθομένους τῆς ἰδίας κρίσεως μὴ μόνον ἀθῷον ἀφεικότας τῆς τιμωρίας, ἀλλὰ καὶ πάσης τῆς βασιλείας τὴν ἡγεμονίαν αὐτῷ παραδεδωκότας. [5] καὶ τοῦτ᾽ εὐλόγως ἔπασχον ἅπαντες οἱ τότε τὰς Εὐμενοῦς ἐπισκοπούμενοι περιπετείας. τίς γὰρ οὐκ ἂν λαβὼν ἔννοιαν τῆς κατὰ τὸν ἀνθρώπινον βίον ἀνωμαλίας καταπλαγείη τὴν ἐπ᾽ ἀμφότερα τὰ μέρη τῆς τύχης παλίρροιαν; τίς ἂν ταῖς κατὰ τὴν εὐτυχίαν ἐξουσίαις πιστεύσας ἀναλάβοι φρόνημα μεῖζον τῆς ἀνθρωπίνης ἀσθενείας; [6] γὰρ κοινὸς βίος ὥσπερ ὑπὸ θεῶν τινος οἰακιζόμενος ἐναλλὰξ ἀγαθοῖς τε καὶ κακοῖς κυκλεῖται πάντα τὸν αἰῶνα. διόπερ παράδοξόν ἐστιν οὐκ εἰ γέγονέν τι παράλογον, ἀλλ᾽ εἰ μὴ πᾶν ἐστι τὸ γινόμενον ἀνέλπιστον. διὸ καὶ τὴν ἱστορίαν προσηκόντως ἄν τις ἀποδέξαιτο: τῇ γὰρ τῶν πράξεων ἀνωμαλίᾳ καὶ μεταβολῇ διορθοῦται τῶν μὲν εὐτυχούντων τὴν ὑπερηφανίαν, τῶν δ᾽ ἀκληρούντων τὴν ἀτυχίαν. [p. 405]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: