τί δέ; ἦν δ᾽ ἐγώ: δοκεῖ σοι δίκαιον εἶναι περὶ ὧν τις μὴ οἶδεν λέγειν ὡς εἰδότα;
οὐδαμῶς γ᾽, ἔφη, ὡς εἰδότα, ὡς μέντοι οἰόμενον ταῦθ᾽ ἃ οἴεται ἐθέλειν λέγειν.
τί δέ; εἶπον: οὐκ ᾔσθησαι τὰς ἄνευ ἐπιστήμης δόξας, ὡς πᾶσαι αἰσχραί; ὧν αἱ βέλτισται τυφλαί—ἢ δοκοῦσί τί σοι τυφλῶν διαφέρειν ὁδὸν ὀρθῶς πορευομένων οἱ ἄνευ νοῦ ἀληθές τι δοξάζοντες;
βούλει οὖν αἰσχρὰ θεάσασθαι, τυφλά τε καὶ σκολιά, ἐξὸν