Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[441α]
ὄντα γένη,
χρηματιστικόν,
ἐπικουρητικόν,
βουλευτικόν,
οὕτως καὶ ἐν ψυχῇ τρίτον τοῦτό ἐστι τὸ θυμοειδές,
ἐπίκουρον ὂν τῷ λογιστικῷ φύσει,
ἐὰν μὴ ὑπὸ κακῆς τροφῆς διαφθαρῇ;
ἀνάγκη, ἔφη, τρίτον.
ναί, ἦν δ᾽ ἐγώ, ἄν γε τοῦ λογιστικοῦ ἄλλο τι φανῇ, ὥσπερ τοῦ ἐπιθυμητικοῦ ἐφάνη ἕτερον ὄν.
ἀλλ᾽ οὐ χαλεπόν, ἔφη, φανῆναι: καὶ γὰρ ἐν τοῖς παιδίοις τοῦτό γ᾽ ἄν τις ἴδοι, ὅτι θυμοῦ μὲν εὐθὺς γενόμενα μεστά ἐστι, λογισμοῦ δ᾽ ἔνιοι μὲν ἔμοιγε δοκοῦσιν οὐδέποτε μεταλαμβάνειν,