τί δέ; αὐλοποιοὺς ἢ αὐλητὰς παραδέξῃ εἰς τὴν πόλιν; ἢ οὐ τοῦτο πολυχορδότατον, καὶ αὐτὰ τὰ παναρμόνια αὐλοῦ τυγχάνει ὄντα μίμημα;
λύρα δή σοι, ἦν δ᾽ ἐγώ, καὶ κιθάρα λείπεται καὶ κατὰ πόλιν χρήσιμα: καὶ αὖ κατ᾽ ἀγροὺς τοῖς νομεῦσι σῦριγξ ἄν τις εἴη.
ὡς γοῦν, ἔφη, ὁ λόγος ἡμῖν σημαίνει.