πάνυ μὲν οὖν, ἔφη, οὕτως ἄν μοι δοκεῖ καλῶς λέγεσθαι.
ἔστιν ἄρα, ἦν δ᾽ ἐγώ, δικαίου ἀνδρὸς βλάπτειν καὶ ὁντινοῦν ἀνθρώπων;
καὶ πάνυ γε, ἔφη: τούς γε πονηρούς τε καὶ ἐχθροὺς δεῖ βλάπτειν.
βλαπτόμενοι δ᾽ ἵπποι βελτίους ἢ χείρους γίγνονται;
ἆρα εἰς τὴν τῶν κυνῶν ἀρετήν, ἢ εἰς τὴν τῶν ἵππων;
ἆρ᾽ οὖν καὶ κύνες βλαπτόμενοι χείρους γίγνονται εἰς τὴν τῶν κυνῶν ἀλλ᾽ οὐκ εἰς τὴν τῶν ἵππων ἀρετήν;