[486ξ]
τῶν ἐχθρῶν περισυλᾶσθαι πᾶσαν τὴν οὐσίαν, ἀτεχνῶς δὲ ἄτιμον ζῆν ἐν τῇ πόλει; τὸν δὲ τοιοῦτον, εἴ τι καὶ ἀγροικότερον εἰρῆσθαι, ἔξεστιν ἐπὶ κόρρης τύπτοντα μὴ διδόναι δίκην. ἀλλ᾽ ὠγαθέ, ἐμοὶ πείθου, “παῦσαι δὲ ἐλέγχων, πραγμάτων δ᾽ εὐμουσίαν ἄσκει”, καὶ ἄσκει ὁπόθεν δόξεις φρονεῖν, “ἄλλοις τὰ κομψὰ ταῦτα ἀφείς”, εἴτε ληρήματα χρὴ φάναι εἶναι εἴτε φλυαρίας, “ἐξ ὧν κενοῖσιν ἐγκατοικήσεις δόμοις”: ζηλῶν οὐκ ἐλέγχοντας ἄνδρας τὰ μικρὰ
This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.