[478α]
Σωκράτης
τίς δὲ πονηρίας καὶ ἀδικίας; εἰ μὴ οὕτως εὐπορεῖς, ὧδε σκόπει: ποῖ ἄγομεν καὶ παρὰ τίνας τοὺς κάμνοντας τὰ σώματα;
Πῶλος
παρὰ τοὺς ἰατρούς, ὦ Σώκρατες.
Σωκράτης
ποῖ δὲ τοὺς ἀδικοῦντας καὶ τοὺς ἀκολασταίνοντας;
Πῶλος
παρὰ τοὺς δικαστὰς λέγεις;
Σωκράτης
οὐκοῦν δίκην δώσοντας;
Σωκράτης
ἆρ᾽ οὖν οὐ δικαιοσύνῃ τινὶ χρώμενοι κολάζουσιν οἱ ὀρθῶς κολάζοντες;