[349ε]
ἔχε δή, ἔφην ἐγώ: ἄξιον γάρ τοι ἐπισκέψασθαι ὃ λέγεις. πότερον τοὺς ἀνδρείους θαρραλέους λέγεις ἢ ἄλλο τι;
καὶ ἴτας γε, ἔφη, ἐφ᾽ ἃ οἱ πολλοὶ φοβοῦνται ἰέναι.
φέρε δή, τὴν ἀρετὴν καλόν τι φῂς εἶναι, καὶ ὡς καλοῦ ὄντος αὐτοῦ σὺ διδάσκαλον σαυτὸν παρέχεις;
κάλλιστον μὲν οὖν, ἔφη, εἰ μὴ μαίνομαί γε.
πότερον οὖν, ἦν δ᾽ ἐγώ, τὸ μέν τι αὐτοῦ αἰσχρόν, τὸ δέ τι καλόν, ἢ ὅλον καλόν;