‘
[311ξ]
μισθὸν ὡς τίνι ὄντι;’ τί ἂν ἀπεκρίνω;
‘ὡς τίς γενησόμενος;’
εἰ δὲ παρὰ Πολύκλειτον τὸν Ἀργεῖον ἢ Φειδίαν τὸν Ἀθηναῖον ἐπενόεις ἀφικόμενος μισθὸν ὑπὲρ σαυτοῦ τελεῖν ἐκείνοις, εἴ τίς σε ἤρετο: ‘τελεῖν τοῦτο τὸ ἀργύριον ὡς τίνι ὄντι ἐν νῷ ἔχεις Πολυκλείτῳ τε καὶ Φειδίᾳ;’ τί ἂν ἀπεκρίνω;
‘ὡς τίς δὲ γενησόμενος αὐτός;’