[143ξ]
τί οὖν; ἐὰν προελώμεθα αὐτῶν εἴτε βούλει τὴν οὐσίαν καὶ τὸ ἕτερον εἴτε τὴν οὐσίαν καὶ τὸ ἓν εἴτε τὸ ἓν καὶ τὸ ἕτερον, ἆρ᾽ οὐκ ἐν ἑκάστῃ τῇ προαιρέσει προαιρούμεθά τινε ὣ ὀρθῶς ἔχει καλεῖσθαι ἀμφοτέρω;
πῶς;
ἆρ᾽ οὖν οὐχ ἑκάτερον αὐτοῖν εἴρηται;
ναί.
τί δ᾽ ὅταν εἴπω οὐσία τε καὶ ἕν, ἆρα οὐκ ἀμφοτέρω;
οὐκοῦν καὶ ἐὰν οὐσία τε καὶ ἕτερον ἢ ἕτερόν τε καὶ ἕν, καὶ οὕτω πανταχῶς ἐφ᾽ ἑκάστου ἄμφω λέγω;
ναί.